Sunday, November 23, 2014

Ἠχωγραφαὶ τῆς τοῦ Ἰακώβου ἐπιστολῆς

Papyrus 23 James 1,15-18.jpg
Πάπυρος τὴν τοῦ Ἰακούβου ἐπιστολὴν ἔχουσα 
Ὁ Στέφανος, ἔμπειρος τῆς ζώσης Ἐλληνικῆς γλώττης ὤν, νεωστὶ ἔδωκεν ἧμιν καλὴν ἀνάγνωσιν τῆς τοῦ Ἰακούβου ἐπιστολῆς. Ἀκούσατε οὖν, ὦ φίλοι, τὰς ἠχωγραφὰς ἅς ὁ Στέφανος  οὕτως ῥᾳδίως  ἀναγιγνώσκει ὥσπερ ἂν ἐν τῇ Βρεταννικῇ ὦσιν. Διατί, ἠρώτησα τὸν Στέφανον, τὴν τοῦ Ἰακώβου ἐπιστολήν ἤρξω φωνῇ μεγάλῃ ἀναγιγνώσκειν; Ἴσως ὅτι  νῦν τέκνον Ἰάκωβος ὀνόματι ἐχεις; Ἀποκρινάμενος εἶπεν ὁ Στέφανος· πανύ γε, ἄλλ' ἀεὶ φιλῶ ταύτην τὴν ἐπιστολήν. Χάριν τοιγαροῦν ἔχωμεν τῷ Στεφάνῳ, προσδοκῶντες πολλὰς ἄλλας ἐχωγραφὰς  παρὰ αὐτοῦ.

No comments:

Post a Comment

Γράψετε μόνον ἑλληνιστί, παρακαλῶ.