Friday, January 26, 2018

Μῦθοι Αἰσώπειοι· σπα', σπβ', σπγ'

Ὄνος <χωλαίνειν προσποιούμενος> καὶ λύκος


Ὄνος τις ἐν νομῇ τρεφόμενος ἰδὼν  λύκον προιόντα προσεποιεῖτο χωλὸς ὤν. Τῷ δὲ λύκῳ  περὶ τούτου ἐρομένῳ ὁ ὄνος εἶπεν ὅτι ἄκανθα ἐν τῷ ποδὶ αὐτοῦ εἴη καὶ δέοι τὸν λύκον ἀποσπάσαι αὐτὴν πρὶν τοῦτον φαγεῖν τὸν ὄνον. Ὁ μὲν οὖν λύκος πειθεὶς ὀπίσω τοῦ ὄνου ἦλθε ζητήσων τὴν ἄκανθαν. Ὁ δ' ὄνος ἐλάκτισεν αὐτόν. Οὐ γὰρ ὁ λύκος ἰατρὸς πέφυκε ἀλλὰ μάγειρος.

Ἀνάγνωσις τοῦ σπα' μύθου

Ὀρνιθοθήρας καὶ ἄγριαι καὶ ἥμεραι περιστεραί

Passenger Pigeon Net Cockburn 1829

Ὀρνίθων θηρευτής τις ἔθηκε τὰς ἑαυτοῦ περιστερὰς παρὰ τὰ δίκτυα. Αἱ δὲ ἄγριαι περιστεραὶ ἰδοῦσαι αὐτὰς ἀπατηθεῖσαι ἔπεσον εἰς τὴν πάγην. Τούτων δὲ μεμφομένων αὐτὰς διὰ τὴν ἀδικίαν, ἐκεῖναι εἶπον ὅτι μᾶλλον τὸν δεσπότην φοβοῖντο ἢ τὰς συγγενεῖς φιλοῖεν.

Ἀνάγνωσις τοῦ σπβ' μύθου

Ὀρνιθοθήρας καὶ κορύδαλος

Alauda in Laqueo

Ὀρνιθευτὴς ἐποίει πάγην τοῦ τοὺς ὄρνιθας λαβεῖν. Κορυδὸς δὲ ἐπιτυχὼν ἤρετο αὐτὸν τί τοῦτο τὸ πρᾶγμα εἴη. Πόλιν, ἔφη, τοῖς ὄρνισιν οἰκοδομῶ. Ὁ δὲ ὄρνις ὑπο τοῦς θηρευτοῦ πειθεὶς καὶ πεσὼν εἰς τὸ δίκτυον ἀπεκρίνατο λέγων ὀλίγους τοὺς ἐν τοιαύτῃ πόλει οἰκοῦντας ἔσεσθαι.

Ἀνάγνωσις τοῦ σπγ' μύθου


Ὄνος <χωλαίνειν προσποιούμενος> καὶ λύκος
Ὄνος ἔν τινι λειμῶνι νεμόμενος, ὡς ἐθεάσατο λύκον ἐπ’ αὐτὸν ὁρμώμενον, χωλαίνειν προσεποιεῖτο. Τοῦ δὲ προσελθόντος αὐτῷ καὶ τὴν αἰτίαν πυνθανομένου δι’ ἣν χωλαίνει, ἔλεγεν ὡς φραγμὸν διαϐαίνων σκόλοπα ἐπάτησα καὶ παρῄνει αὐτῷ πρῶτον ἐξελεῖν τὸν σκόλοπα, εἶθ’ οὕτως αὐτὸν καταθοινήσασθαι, ἵνα μὴ ἐσθίων περιπαρῇ. Τοῦ δὲ πεισθέντος καὶ τὸν πόδα αὐτοῦ ἐπάραντος ὅλον τε τὸν νοῦν πρὸς τῇ ὁπλῇ ἔχοντος, ὁ ὄνος λὰξ εἰς τὸ στόμα τοὺς ὀδόντας αὐτοῦ ἐτίναξε. Καὶ ὃς κακῶς διατεθεὶς ἔφη· « Ἀλλ’ ἔγωγε δίκαια πέπονθα· τί γάρ, τοῦ πατρός με μαγειρικὴν τέχνην διδάξαντος, αὐτὸς ἰατρικῆς ἐπελαϐόμην ; »
Οὕτω καὶ τῶν ἀνθρώπων οἱ μηδὲν προσήκουσιν ἐπιχειροῦντες εἰκότως δυστυχοῦσιν.
Ὀρνιθοθήρας καὶ ἄγριαι καὶ ἥμεραι περιστεραί
Ὀρνιθοθήρας πετάσας τὰ λίνα ἐκ τῶν ἡμέρων περιστερῶν προσέδησεν· εἶτα ἀποστὰς αὐτὸς πόρρωθεν ἀπεκαραδόκει τὸ μέλλον. Ἀγρίων δὲ ταύταις προσελθουσῶν καὶ τοῖς βρόχοις ἐμπλακεισῶν, προσδραμὼν συλλαμϐάνειν αὐτὰς ἐπειρᾶτο. Τῶν δὲ αἰτιωμένων τὰς ἡμέρους, εἴγε ὁμόφυλοι οὖσαι αὐταῖς τὸν δόλον οὐ προεμήνυσαν, ἐκεῖναι ὑποτυχοῦσαι ἔφασαν· « Ἀλλ’ ἡμῖν γε ἄμεινον δεσπότας φυλάττεσθαι ἢ τῇ ἡμετέρᾳ συγγενείᾳ χαρίζεσθαι. »
Οὕτω καὶ τῶν οἰκετῶν οὐ μεμπτέοι εἰσὶν ὅσοι δι’ ἀγάπην τῶν οἰκείων δεσποτῶν παραπίπτουσι τῆς τῶν οἰκείων συγγενῶν φιλίας.
Ὀρνιθοθήρας καὶ κορύδαλος
Ὀρνιθορήρας ὄρνισιν ἵστη παγίδας. Κορύδαλος δὲ τοῦτον πόρρωθεν ἰδὼν ἐπυνθάνετο τί ποτ’ ἐργάζοιτο. Τοῦ δὲ πόλιν κτίζειν φαμένου, εἶτα δὲ πορρωτέρω ἀποχωρήσαντος καὶ κρυϐέντος, ὁ κορύδαλος τοῖς τοῦ ἀνδρὸς λόγοις πιστεύσας, προσελθὼν εἰς τὸν βρόχον ἑάλω. Τοῦ δὲ ὀρνιθοθήρα ἐπιδραμόντος, ἐκεῖνος εἶπεν· « Ὦ οὗτος, εἰ τοιαύτην πόλιν κτίζεις, οὐ πολλοὺς εὑρήσεις τοὺς ἐνοικοῦντας. »
Ὁ μῦθος δηλοῖ ὅτι τότε μάλιστα οἶκοι καὶ πόλεις ἐρημοῦνται, ὅταν οἱ προεστῶτες χαλεπαίνωσιν.

No comments:

Post a Comment

Γράψετε μόνον ἑλληνιστί, παρακαλῶ.