Friday, December 22, 2017

Μῦθοι Αἰσώπειοι· σξϛ', σξζ', σξη'

Ὄνος βαστάζων ἄγαλμα


Ὀνηλάτης  θεὶς εἴδωλον ἐπὶ ὄνῳ ἤλαυνεν αὐτὸν εἰς τὴν πόλιν. Πάντων δὲ τῶν παρόντων προσκυνούντων τῷ δαίμονι,  ὁ ὄνος νομίζων αὐτὸς τιμᾶσθαι ἑστὼς ἤρξατο ὀγκᾶσθαι. Ὁ δὲ ἄνθρωπος μεμψάμενος τῷ ὄνῳ τὴν ὑπερηφανίαν ἔπαισεν αὐτόν.

Ἀνάγνωσις τοῦ σξϛ' μύθου

Ὄνος <ἐνδυσάμενος λεοντῆν> καὶ ἀλώπηξ

Asinus in Pelle Leonis

Ὄνος τις ἐνδυσάμενος λεοντῆν ἐφόβει τὰ θηρία. Ἀλωπὴξ δέ τις, ἀκούσασα αὐτοῦ φθεγγομένου οὐκ ἐδεδοίκει ἀλλά· τὴν φύσιν σου, ἐφη, μεμαθηκυῖα θαρσῶ.

Ἀνάγνωσις τοῦ σξζ' μύθου

Ὄνος ἵππον μακαρίζων

Equus Superbus et Asinus

Ὄνος ἰδὼν ἵππον εὖ τρεφόμενον ἐφθόνησεν αὐτῷ. Ἐπεῖτα δέ, πολέμου γινομένου, ὁ ἱππεὺς ἤλαυνε τὸν ἵππον εἰς μάχην. Ὁ δὲ ὄνος θεασάμενος τὸν ἵππον ἀποθνῄσκοντα οὐκέτι ᾠήθη αὐτὸν εὐδαιμονεῖν.

Ἀνάγνωσις τοῦ σξη' μύθου


Ὄνος βαστάζων ἄγαλμα
Ὄνῳ τις ἐπιθεὶς ἄγαλμα ἤλαυνεν εἰς ἄστυ. Τῶν δὲ συναντώντων προσκυνούντων τὸ ἄγαλμα, ὁ ὄνος ὑπολαϐὼν ὅτι αὐτὸν προσκυνοῦσιν, ἀναπτερωθεὶς ὠγκᾶτό τε καὶ οὐκέτι περαιτέρω προϊέναι ἐϐούλετο. Καὶ ὁ ὀνηλάτης αἰσθόμενος τὸ γεγονὸς τῷ ῥοπάλῳ αὐτὸν παίων ἔφη· « Ὦ κακὴ κεφαλή, ἔτι καὶ τοῦτο λοιπὸν ἦν ὄνον ὑπ’ ἀνθρώπων προσκυνεῖσθαι. »
Ὁ λόγος δηλοῖ ὅτι οἱ τοῖς ἀλλοτρίοις ἀγαθοῖς ἐπαλαζονευόμενοι παρὰ τοῖς εἰδόσιν αὐτοὺς γέλωτα ὀφλισκάνουσιν.
Ὄνος <ἐνδυσάμενος λεοντῆν> καὶ ἀλώπηξ
Ὄνος ἐνδυσάμενος λέοντος δορὰν περιῄει ἐκφοϐῶν τὰ ἄλογα ζῷα. Καὶ δὴ θεασάμενος ἀλώπεκα ἐπειρᾶτο καὶ ταύτην δεδίττεσθαι. Ἡ δὲ (ἐτύγχανε γὰρ αὐτοῦ φθεγξαμένου προακηκουῖα) ἔφη πρὸς τὸν ὄνον· « Ἀλλ’ εὖ ἴσθι ὡς καὶ ἐγὼ ἄν σε ἐφοϐήθην, εἰ μὴ ὀγκωμένου ἤκουσα. »
Οὕτως ἔνιοι τῶν ἀπαιδεύτων τοῖς ἔξωθεν τύφοις δοκοῦντές τινες εἶναι ὑπὸ τῆς ἰδίας γλωσσαλγίας ἐλέγχονται.
Ὄνος ἵππον μακαρίζων
Ὄνος ἵππον μακαρίζων ἐπιμελῶς, αὐτὸς μηδ᾿ ἀχύρων ἅλις ἔχων, καὶ ταῦτα πλεῖστα ταλαιπωρῶν. Ἐπεὶ δὲ καιρὸς ἐπέστη πολέμου, καὶ ὁ στρατιώτης ἔνοπλος ἀνέβη τὸν ἵππον, πανταχόσε τοῦτον ἐλαύνων, καὶ δὴ καὶ μέσον τῶν πολεμίων εἰσήλασε, καὶ ὁ ἵππος πληγεὶς ἔκειτο. Ταῦτα ἑωρακὼς ὁ ὄνος τὸν ἵππον μεταβαλλόμενος ἐταλάνιζεν.
Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ τοὺς ἄρχοντας καὶ πλουσίους ζηλοῦν, ἀλλὰ τὸν κατ᾿ ἐκείνων φθόνον καὶ τὸν κίνδυνον ἀναλογιζομένους τὴν πενίαν ἀγαπᾶν.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.