Friday, December 1, 2017

Μῦθοι Αἰσώπειοι· σνζ', σνη', σνθ'

Ὁδοιπόροι καὶ πλάτανος

The Plane Tree

Συνεπορεύοντο δύο τινές. Καὶ διὰ τὸ πολὺ καῦμα κεκοπιακότες ἐκλίνθησαν ὑπὸ τῇ σκιᾷ πλατάνου τινός. Λεγόντων δὲ αὐτῶν ὅτι ἡ πλάτανος καρποὺς οὐ διδοῦσα ἀχρήσιμός ἐστιν, αὕτη κατεῖπεν αὐτῶν τὴν ἀχαριστίαν ὥς γε τῇ σκιᾷ αὐτῆς χρησομένων.

Ἀνάγνωσις τοῦ σνζ' μύθου

Ὁδοιπόροι καὶ φρύγανα


Ἄνθρωποί τινες συνοδεύοντες εἶδον ἀπὸ μάκροθεν κλάδους ἐν τῇ θαλάσσῃ. Καὶ νομίζοντες τούτους εἶναι ναῦν, ἐπέμενον αὐτούς. Μετὰ δ' ὀλίγον χρόνον οἱ κλάδοι ἐδόκουν εἶναι πλοῖον. Τέλος δέ, τούτων πρὸς τὸν ἀἰγιαλὸν ἀφιγμένων, τὸ μὲν ἀληθὲς  ἐφάνη οἱ δ' ἄνθρωποι συνῆκαν τὴν ἁμαρτίαν.

Ἀνάγνωσις τοῦ σνη' μύθου

Ὁδοιπόρος καὶ Ἀλήθεια

Woman in the Wilderness

Ἄνθρωπός τις ἐν τῇ ἐρήμῳ παρέτυχεν γυναικὶ ταλαιπώρῳ. Καὶ αὐτὴ ἦν ἡ Ἀλήθεια τοὺς ἀνθρώπους πεφευγυῖα ὅτι πάντες ἐν ταῖς πόλεσιν ψευδεῖς γένοιντο.

Ἀνάγνωσις τοῦ σνθ' μύθου


Ὁδοιπόροι καὶ πλάτανος
Ὁδοιπόροι θέρους ὥρᾳ περὶ μεσημβρίαν ὑπὸ καύματος τρυχόμενοι, ὡς ἐθεάσαντο πλάτανον, ὑπὸ ταύτην καταντήσαντες καὶ ἐν τῇ σκιᾷ κατακλιθέντες ἀνεπαύοντο. Ἀναβλέψαντες δὲ εἰς τὴν πλάτανον ἔλεγον πρὸς ἀλλήλους ὡς ἀνωφελές ἐστιν ἀνθρώποις τοῦτο ἄκαρπον τὸ δένδρον. Ἡ δὲ ὑποτυχοῦσα ἔφη· « Ὦ ἀχάριστοι, ἔτι τῆς ἐξ ἐμοῦ εὐεργεσίας ἀπολαύοντες, ἀχρείαν με καὶ ἄκαρπον ἀποκαλεῖτε. »
Οὕτω καὶ τῶν ἀνθρώπων τινὲς ἀτυχεῖς εἰσιν ὡς καὶ εὐεργετοῦντες τοὺς πέλας ἐπὶ τῇ χρηστότητι ἀπιστεῖσθαι.
Ὁδοιπόροι καὶ φρύγανα
Ὁδοιπόροι κατά τινα αἰγιαλὸν ὁδεύοντες ἦλθον ἐπί τινα σκοπιάν. Κἀκεῖθεν θεασάμενοι φρύγανα πόρρωθεν ἐπιπλέοντα, ναῦν εἶναι μεγάλην ᾠήθησαν. Διὸ δὴ προσέμενον, ὡς μελλούσης αὐτῆς προσορμίζεσθαι. Ἐπεὶ δὲ ὑπὸ ἀνέμου φερόμενα τὰ φρύγανα ἐγγυτέρω ἐγένετο, οὐκέτι ναῦν, ἀλλὰ πλοῖον ἐδόκουν βλέπειν. Ἐξενεχθέντα δὲ αὐτὰ φρύγανα ὄντα ἰδόντες, πρὸς ἀλλήλους ἔφασαν ὡς ἄρα μάτην ἡμεῖς τὸ μηδὲν ὂν προσεδεχόμεθα.
Ὁ μῦθος δηλοῖ ὅτι τῶν ἀνθρώπων ἔνιοι ἐξ ἀπροόπτου δοκοῦντες φοβεροὶ εἶναι, ὅταν εἰς πεῖραν ἔλθωσιν, οὐδενὸς εὑρίσκονται ἄξιοι.
Ὁδοιπόρος καὶ Ἀλήθεια
Ὁδοιπορῶν τις ἐν ἐρήμῳ εἷρε γυναῖκα μόνην κατηφῆ ἑστῶσαν, καί φησιν αὐτῇ· « Τίς εἶ; » Ἡ δὲ ἔφη· « Ἀλήθεια. – καὶ διὰ ποίαν αἰτίαν τὴν πόλιν ἀφεῖσα τὴν ἐρημίαν οἰκεῖς; » Ἡ δὲ εἶπεν· « Ὅτι τοῖς πάλαι καιροῖς παρ᾿ ὀλίγοις ἦν τὸ ψεῦδος· νῦν δὲ εἰς πάντας ἀνθρώπους ἐστίν, ἐάν τι ἀκούειν καὶ λέγειν θέλῃς. »
Ὅτι κάκιστος βίος καὶ πονηρὸς τοῖς ἀνθρώποις ἐστίν, ὅτε τὸ ψεῦδος προκρίνεται τῆς ἀληθείας.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.