Friday, August 11, 2017

Μῦθοι Αἰσώπειοι· σθ', σι', σια'

Λέων καὶ ὄνος καὶ ἄλωπηξ


Λέων καὶ ὄνος καὶ ἀλώπηξ ἅμα ἐθήρευον. Μετὰ δὲ τὴν θήραν ὁ λέων ἐκέλευσε τὸν ὄνον μερίσαι τὴν ἄγραν. Ποιήσαντος οὖν τούτου τρία ἴσα μέρη, ὁ λέων ὀργισθεὶς ἀπέκτεινεν αὐτόν. Ἡ δὲ ἄλωπηξ ἀπὸ τῆς τοῦ ὄνου συμφορᾶς μεμαθηκυῖα ἐποίησε μέγιστον μέρος μὲν τῷ λέοντι  ἐλάχιστον δὲ ἑαυτῇ.

Ἀνάγνωσις τοῦ σθ' μύθου

Λέων καὶ Προμηθεὺς καὶ ἐλέφας


Ὁ λέων, κάλος καὶ ἰσχυρὸς μὲν ὢν δειλὸς δὲ τοῦ ἀλέκτορος, ᾐτιᾶτο τὸν Προμηθεὰ τὸν ἑαυτοῦ δημιουργόν. Διὸ ὁ Τιτὰν ἀπεκρίνατο λέγων ὅτι ἔχοι πάντα ὥστε φοβεῖν τἄλλα  ζῷα. Ὁ οὖν λέων αἰσχυνόμενος ἐβούλετο ἀποθανεῖν.  Ἰδὼν δὲ ἐλέφαντά τινα φοβούμενον κώνωπα μὴ εἰς ὦτα εἰσέλθῃ, ἐπαύσατο ταπεινὸς ὤν.

Ἀνάγνωσις τοῦ σι' μύθου

Λέων καὶ ταῦρος

Lion and bull, Mohammed Siyah Qalem

Λέων τις βουλόμενος μέγαν ταῦρον καταφαγεῖν ἐκάλεσεν αὐτὸν εἰς δεῖπνον προβάτου. Ὁ δὲ προσελθὼν εἶδε πάντα ἡτοιμασμένα πρὸς μεῖζον ζῷον ὀπτηθῆναι. Ἔπειτα σιγῶν ἀπῆλθεν. Τῷ δὲ λέοντι τὴν αἰτίαν ἐρομένῳ, αὐτὴν διηγήσατο.

Ἀνάγνωσις τοῦ σια' μύθου


Λέων καὶ ὄνος καὶ ἄλωπηξ
Λέων καὶ ὄνος καὶ ἀλώπηξ κοινωνίαν εἰς ἀλλήλους σπεισάμενοι ἐξῆλθον εἰς ἄγραν. Πολλὴν δὲ αὐτῶν συλλαβόντων, ὁ λέων προσέταξε τῷ ὄνῳ διελεῖν αὐτοῖς. Τοῦ δὲ τρεῖς μοίρας ἐξ ἴσου ποιήσαντος, καὶ ἐκλέξασθαι αὐτῷ παραινοῦντος, ὁ λέων ἀγανακτήσας ἁλλόμενος κατεθοινήσατο καὶ τῇ ἀλώπεκι μερίσαι προσέταξεν. Ἡ δε πάντα εἰς μίαν μερίδα συναθροίσασα καὶ μικρὰ ἑαυτῇ ὑπολιπομένη παρῄνει αὐτῷ ἑλέσθαι. Ἐρομένου δὲ αὐτὴν τοῦ λέοντος τίς αὐτὴν οὕτω διανέμειν ἐδίδαξεν, ἡ ἀλώπηξ εἶπεν· « Ἡ τοῦ ὄνου συμφορά. »
Ὁ λόγος δηλοῖ ὅτι σωφρονισμὸς γίνεται τοῖς ἀνθρώποις τὰ τῶν πέλας δυστυχήματα.
Λέων καὶ Προμηθεὺς καὶ ἐλέφας
Λέων κατεμέμφετο Προμηθέα πολλάκις ὅτι μέγαν αὐτὸν ἔπλασε καὶ καλόν, καὶ τὴν μὲν γένυν ὥπλισε τοῖς ὀδοῦσι, τοὺς δὲ πόδας ἐκράτυνε τοῖς ὄνυξιν, ἐποίησέ τε τῶν ἄλλων θηρίων δυνατώτερον. « ὁ δὲ τοιοῦτος, ἔφασκε, τὸν ἀλεκτρυόνα φοβοῦμαι. » Καὶ ὁ Προμηθεὺς ἔφη· « Τί με μάτην αἰτιᾷ; τὰ γὰρ ἐμὰ πάντα ἔχεις ὅσα πλάττειν ἐδυνάμην· ἡ δέ σου ψυχὴ πρὸς τοῦτο μόνον μαλακίζεται. » Ἔκλαιεν οὖν ἑαυτὸν ὁ λέων καὶ τῆς δειλίας κατεμέμφετο καὶ τέλος ἀποθανεῖν ἤθελεν. Οὕτω δὲ γνώμης ἔχων ἐλέφαντι περιτυγχάνει, καὶ προσαγορεύσας εἱστήκει διαλεγόμενος, καὶ ὁρῶν διαπαντὸς τὰ ὦτα κινοῦντα· « Τί πάσχεις; ἔφη, καὶ τί ποτε οὐδὲ μικρὸν ἀτρεμεῖ σου τὸ οὖς; » Καὶ ὁ ἐλέφας, κατὰ τυχὴν περιπτάντος αὐτῷ κώνωπος· « Ὁρᾷς, ἔφη, τοῦτο τὸ βραχύ, τὸ βομβοῦν; ἢν εἰσδύνῃ μου <τῇ> τῆς ἀκοῆς ὁδῷ, τέθνηκα. » Καὶ ὁ λέων· « Τί οὖν ἔτι ἀποθνῄσκειν, ἔφη, με δεῖ τοσοῦτον ὄντα καὶ ἐλέφαντος εὐτυχέστερον ὅσῳ κρείττων κώνωπος ὁ ἀλεκτρυών; »
Ὁρᾷς ὅσον ἰσχύος ὁ κώνωψ ἔχει, ὡς καὶ ἐλέφαντα φοβεῖν.
Λέων καὶ ταῦρος
Λέων ταύρῳ παμμεγέθει ἐπιβουλεύων ἐβουλήθη δόλῳ αὐτοῦ περιγενέσθαι. Διόπερ πρόβατον τεθυκέναι φήσας ἐφ᾿ ἑστίασιν αὐτὸν ἐκάλεσε, βουλόμενος κατακλιθέντα αὐτὸν καταγωνίσασθαι. Ὁ δὲ ἐλθὼν καὶ θεασάμενος λέβητάς τε πολλοὺς καὶ ὀβελίσκους μεγάλους, τὸ δὲ πρόβατον οὐδαμοῦ, μηδὲν εἰπὼν ἀπηλλάττετο. Τοῦ δὲ λέοντος αἰτιωμένου αὐτὸν καὶ τὴν αἰτίαν πυνθανομένου δι᾿ ἣν οὐδὲν δεινὸν παθὼν ἄλογος ἄπεισιν, ἔφη· « Ἀλλ᾿ ἔγωγε οὐ μάτην τοῦτο ποιῶ· ὁρῶ γὰρ παρασκευὴν οὐχὶ ὡς εἰς πρόβατον, ἀλλ᾿ εἰς ταῦρον ἡτοιμασμένην. »
Ὁ λόγος δηλοῖ ὅτι τοὺς φρονίμους τῶν ἀνθρώπων αἱ τῶν πονηρῶν τέχναι οὐ λανθάνουσιν.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.