Friday, May 5, 2017

Μῦθοι Αἰσώπειοι· ρξθ', ρο', ροα'

Κορυδαλός

Ringing 02 Bird in net

Ὡς δυστυχὴς ἡ κορυδὸς πεπτωκυία εἰς πάγην οὐ διὰ φιλαργυρίαν ἀλλὰ μόνον ὅτι ἐβούλετο ἓν κόκκον πυροῦ λαβεῖν.

Ἀνάγνωσις τοῦ ρξθ' μύθου


Κορώνη καὶ κόραξ


Κορώνη τις ἐφθόνει τοὺς κόρακας ὡς τὸ μέλλον τοῖς ἀνθρώποις μαντευομένους. Ἰδοῦσα οὖν ἑταίρους τινὰς πορευόμενους ἔκραξεν. Οἱ μὲν ἐστράφησαν πρὸς αὐτήν, εἷς δὲ ἐξ αὐτῶν εὐθὺς ἐγνωκὼς αὐτὴν ἀπήγαγε τοὺς ἄλλους.

Ἀνάγνωσις τοῦ ρο' μύθου

Κορώνη καὶ κύων


Διὰ τί, ἤρετο ὁ κύων ὑπὸ τῆς κορώνης εἰς δεῖπνον κληθείς, θύεις τῇ Ἀθηνᾷ καίπερ μισούσῃ σε; Ἀπεκρίνατο δ' ἡ κορώνη λέγουσα ὅτι ἐλπίζοι τὸν νοῦν αὐτῆς ἀλλάξειν.

Ἀνάγνωσις τοῦ ροα' μύθου


Κορυδαλός
Κορυδαλὸς εἰς πάγην ἁλοὺς θρηνῶν ἔλεγεν· « Οἴμοι τῷ ταλαιπώρῳ καὶ δυστήνῳ πτηνῷ· οὐ χρυσὸν ἐνοσφισάμην τινός, οὐκ ἄργυρον, οὐκ ἄλλο τι τῶν τιμίων· κόκκος δὲ σίτου μικρὸς τὸν θάνατόν μοι προὐξένησεν. »
Ὁ μῦθος πρὸς τοὺς διὰ κέρδος εὐτελὲς μέγαν ὑφισταμένους κίνδυνον.
Κορώνη καὶ κόραξ
Κορώνη φθονήσασα κόρακι ἐπὶ τῷ διὰ οἰωνῶν μαντεύεσθαι ἀνθρώποις καὶ τὸ μέλλον προφαίνειν καὶ διὰ τοῦτο ὑπ᾿ αὐτῶν μαρτυρεῖσθαι, ἐβουλήθη τῶν αὐτῶν ἐφικέσθαι· καὶ δὴ θεασαμένη τινὰς ὁδοιπόρους παριόντας ἧκεν ἐπί τινος δένδρου, καὶ στᾶσα μεγάλα ἐκεκράγει. Τῶν δὲ πρὸς τὴν φωνὴν ἐπιστραφέντων καὶ καταπλαγέντων, εἷς τις ὑποτυχὼν ἔφη· « Ἀλλ᾿ ἀπίωμεν, ὦ φίλοι· κορώνη γάρ ἐστιν, ἥτις κεκραγυῖα οἰωνὸν οὐκ ἔχει. »
Οὕτω καὶ τῶν ἀνθρώπων οἱ τοῖς κρείττοσιν ἀνθαμιλλώμενοι πρὸς τῷ τῶν ἴσων μὴ ἐφικέσθαι, καὶ γέλωτα ὀφλισκάνουσιν.
Κορώνη καὶ κύων
Κορώνη Ἀθηνᾷ θύουσα κύνα ἐφ᾿ ἑστίασιν ἐκάλεσεν. Ὁ δὲ ἔφη πρὸς αὐτήν· « Τί μάτην τὰς θυσίας ἀναλίσκεις; ἡ γὰρ δαίμων οὕτως σε μισεῖ ὡς καὶ τῶν σῶν οἰωνῶν τὴν πίστιν περιελέσθαι. » Καὶ ἡ κορώνη ἀπεκρίνατο· « Ἀλλὰ καὶ διὰ τοῦτο αὐτῇ θύω, διότι οἶδα αὐτὴν ἀπεχθῶς διακειμένην, ἵνα διαλλαγῇ . »
Οὕτω πολλοὶ διὰ φόβον τοὺς ἐχθροὺς εὐεργετεῖν οὐκ ὀκνοῦσιν.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.