Friday, November 4, 2016

Μῦθοι Αἰσώπειοι· ϙα', ϙβ', ϙγ'

Γυνὴ μάγος


Γυνή τις διὰ τῆς μαγικῆς τέχνης τὸν μισθὸν ἐλάμβανεν. Εἰς δὲ τὸ δικαστήριον κληθεῖσα καὶ  καταγνωσθεῖσα καινότητος περὶ τὰ τῶν θεῶν,  κατεδικάσθη  ἐπὶ θανάτῳ. Βλέψας δέ τις πρὸς αὐτήν, ὦ αὕτη, ἔφη, οὐκέτι ὠφελεῖ σοι ἡ τέχνη σου;

Ἀνάγνωσις τοῦ ϙα' μύθου

Δάμαλις καὶ βοῦς

vitula et bos

Πρῶτον μὲν ἡ δάμαλις ἀργὸς οὖσα καταφρονεῖ τοῦ βοὸς ἐν τῷ ἀγρῷ πονοῦντος. Ἔπειτα δέ, τῆς ἑορτῆς ἀρξαμένης καὶ τῆς δαμάλεως μελλούσης θύεσθαι, ὁ βοῦς καταγελᾷ αὐτῆς.

Ἀνάγνωσις τοῦ ϙβ' μύθου


Δειλὸς κυνηγὸς καὶ δρυτόμος


0601 Leo et Venator Meticulosus

θηρευτής τις δειλὸς ὢν καὶ  ἴχνη λεόντος ἑπόμενος ἔρετο δρυτόμον εἰ ἴδοι αὐτά. Ὁ δὲ ἀποκρινάμενος εἶπε δείξειν οὐ μόνον τὰ ἴχνη ἀλλὰ καὶ τὸν λεόντα. Ὁ δὲ θηρατὴς φοβηθείς· τὰ μὲν ἴχνη, ἔφη, ζητῶ, τὸν δὲ αὐτὰ ποιήσαντα οὔ.

Ἀνάγνωσις τοῦ ϙγ' μύθου


Γυνὴ μάγος
Γυνὴ μάγος ἐπῳδὰς καὶ θείων καταθέσεις μηνιμάτων ἐπαγγελλομένη διετέλει πολλὰ τελοῦσα καὶ ἐκ τούτων οὐ μικρὰ βιοποριστοῦσα. Ἐπὶ τούτοις ἐγγραφόμενοί τινες αὐτὴν ὡς καινοτομοῦσαν περὶ τὰ θεῖα, εἰς δίκην ἀπήγαγον καὶ κατηγορήσαντες κατεδίκασαν αὐτὴν ἐπὶ θανάτῳ. Θεασάμενος δέ τις αὐτὴν ἀπαγομένην ἐκ τῶν δικαστηρίων ἔφη· « Ὦ αὕτη, ἡ τὰς δαιμόνων ὀργὰς ἀποτρέπειν ἐπαγγελλομένη, πῶς οὐδὲ ἀνθρώπους πεῖσαι ἠδυνήθης; »
Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς γυναῖκα πλάνον, ἥτις τὰ μείζονα κατεπαγγελλομένη τοῖς μετρίοις ἀδύνατος ἐλέγχεται.
Δάμαλις καὶ βοῦς
Δάμαλις βοῦν ὁρῶσα ἐργαζόμενον ἐταλάνιζεν αὐτὸν ἐπὶ τῷ κόπῳ. Ἐπειδὴ δὲ ἑορτὴ κατέλαβε, τὸν βοῦν ἀπολύσαντες, τὴν δάμαλιν ἐκράτησαν τοῦ σφάξαι. Ἰδὼν δὲ ὁ βοῦς ἐμειδίασε καὶ πρὸς αὐτὴν εἶπεν· « Ὦ δάμαλις, διὰ τοῦτο ἤργεις διότι ἔμελλες ἀρτίως τυθῆναι. »
Ὁ μῦθος δηλοῖ ὅτι τὸν ἀργοῦντα κίνδυνος μένει.
Δειλὸς κυνηγὸς καὶ δρυτόμος
Λέοντός τις κυνηγὸς ἴχνη ἐπεζήτει· δρυτόμον δὲ ἐρωτήσας εἰ εἶδεν ἴχνη λέοντος καὶ ποῦ κοιτάζει, ἐφη· « Καὶ αὐτὸν τὸν λέοντά σοι ἤδη δείξω. » Ὁ δὲ ὠχριάσας ἐκ τοῦ φόβου καὶ τοὺς ὀδόντας συγκρούων εἶπεν· « Ἴχνη μόνα ζητῶ, οὐχὶ αὐτὸν τὸν λέοντα. »
[Ὅτι] τοὺς θρασεῖς καὶ δειλοὺς ὁ μῦθος ἐλέγχει, τοὺς τολμηροὺς ἐν τοῖς λόγοις καὶ οὐκ ἐν τοῖς ἔργοις.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.