Friday, November 25, 2016

Μῦθοι Αἰσώπειοι· ρ', ρα', ρβ'

Δρυτόμοι καὶ πεύκη
SPD soldiers splitting spruce with wedges

Λυπεῖται ἡ πεύκη ὅτι οἱ ἐργᾶται ἐκ τοῦ ξύλου αὐτῆς σφῆνας ἐποίησαν τοῦ εὐκόπως αὐτὴν κόπτεσθαι.

Ἀνάγνωσις τοῦ ρ' μύθου

Ἐλάτη καὶ βάτος



Ἡ μὲν ἐλάτη καλὸν δένδρον οὖσα ἐπῄνει ἑαυτήν. Ἡ δὲ βάτος ἀποκρινομένη εἶπεν αὐτὴν μᾶλλον βάτον εἶναι βούλεσθαι ἄν,  ὅτε ὁ δρυτόμος ἔλθοι.

Ἀνάγνωσις τοῦ ρα' μύθου

Ἔλαφος <ἐπὶ νάματος> καὶ λέων

Ἔλαφός τις κατανοῶν ἑαυτὸν ἐν τῷ ὕδατι τὰ μὲν κέρατα ἐπῄνει τὰ δὲ σκέλη οὔ. Λεόντος δὲ τυχόντος καὶ διώκοντος  αὐτόν, τὰ σκέλη εἰς σωτηρίαν ἤνεγκεν ἂν τὸν ἔλαφον, εἰ μὴ τὰ κέρατα ἐνεπλάκη τοῖς ἐν τῇ ὕλῃ κλάδοις.

Ἀνάγνωσις τοῦ ρβ' μύθου


Δρυτόμοι καὶ πεύκη
Δρυτόμοι ἔσχιζόν τινα πεύκην· σφῆνας δὲ ἐξ αὐτῆς πεποιηκότες εὐκόλως ἔσχιζον. Ἡ δὲ εἶπεν· « Οὐ τοσοῦτον τὸν κόψαντα πέλεκυν μέμφομαι ὅσον τοὺς ἐξ ἐμοῦ γεννηγέντας σφῆνας. »
Ὅτι οὐ τοσοῦτόν ἐστι δεινόν, ὅτε τις ὑπὸ ἀλλοτρίων ἀνθρώπων πάθῃ τι τῶν ἀπαισίων ὅσον ὑπὸ τῶν οἰκείων.
Ἐλάτη καὶ βάτος
Ἤριζον πρὸς ἀλλήλας ἐλάτη καὶ βάτος. Ἡ δὲ ἐλάτη ἑαυτὴν ἐπαινοῦσα ἔφη ὅτι « καλή εἰμι καὶ εὐμήκης καὶ ὑψηλὴ καὶ χρησιμεύω εἰς ναῶν στέγη καὶ εἰς πλοῖα· καὶ πῶς ἐμοὶ συγκρίνῃ; » Ἡ δὲ βάτος εἶπεν· « Εἰ μνησθῇς τῶν πελέκεων καὶ τῶν πριόνων τῶν σε κοπτόντων, βάτος γενέσθαι καὶ σὺ μᾶλλον θελήσεις. »
Ὅτι οὐ δεῖ ἐν βίῳ ὄντας ἐπαίρεσθαι ἐν τῇ δόξῃ· τῶν γὰρ εὐτελῶν ἀκίνδυνός ἐστιν ὁ βίος.
Ἔλαφος <ἐπὶ νάματος> καὶ λέων
Ἔλαφος δίψῃ συσχεθεῖσα παρεγένετο ἐπί τινα πηγήν· πιοῦσα δέ, ὡς ἐθεάσατο τὴν ἑαυτῆς σκιὰν ἐπὶ τοῦ ὕδατος, ἐπὶ μὲν τοῖς κέρασιν ἠγάλλετο, ὁρῶσα τὸ μέγεθος καὶ τὴν ποικιλίαν, ἐπὶ δὲ τοῖς ποσὶ πάνυ ἤχθετο ὡς λεπτοῖς οὖσι καὶ ἀσθενέσιν. Ἔτι δὲ αὐτῆς διανοουμένης, λέων ἐπιφανεὶς ἐδίωκεν αὐτήν· κἀκείνη εἰς φυγὴν τραπεῖσα κατὰ πολὺ αὐτοῦ προεῖχεν· ἀλκὴ γὰρ ἐλάφων μὲν ἐν τοῖς ποσί, λεόντων δὲ ἐν καρδίᾳ. Μέχρι μὲν οὖν ψιλὸν ἦν τὸ πεδίον, ἡ μὲν προθέουσα διεσώζετο· ἐπειδὴ δὲ ἐγένετο κατά τινα ὑλώδη τόπον, τηνικαῦτα συνέβη, τῶν κεράτων αὐτῆς ἐμπλακέντων τοῖς κλάδοις, μὴ δυναμένην τρέχειν συλληφθῆναι. Μέλλουσα δὲ ἀναιρεῖσθαι ἔφη πρὸς ἑαυτήν· « Δειλαία ἔγωγε, ἥτις ὑφ᾿ ὧν μὲν προδοθήσεσθαι ἔμελλον, ὑπὸ τούτων ἐσῳζόμην, οἷς δὲ καὶ σφόδρα ἐπεποίθειν, ὑπὸ τούτων ἀπόλλυμαι. »
Οὕτω πολλάκις ἐν κινδύνοις οἱ μὲν ὕποπτοι τῶν φίλων σωτῆρες ἐγένοντο, οἱ δὲ σφόδρα ἐμπιστευθέντες προδόται.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.