Friday, June 24, 2016

Μῦθοι Αἰσώπειοι· λδ', λε', λϛ'

Ἀλώπηξ καὶ δρυτόμος


Ἀλώπηξ τις ὑπὸ τῶν κυνηγετῶν διωκομένη ἦλθε πρὸς δρυτόμον τινὰ  ὡς βοήθειαν ζητήσουσα. Ὁ δὲ δεξάμενος αὐτὴν  τοῖς κυνηγέταις ἐδείκνυε οὐ λόγῳ ἀλλὰ ἔργῳ τὴν ἀλώπεκα παροῦσαν. Οἱ μὲν κυνηγέται οὐ συνέντες ἀπῆλθον, ἡ δ' ἀλώπηξ ἔφυγεν. Καὶ οὐδεμίαν χάριν τῷ ψευδεῖ δρυτόμῳ ᾔδει.

Ἀνάγνωσις τοῦ λδ' μύθου

Ἀλώπηξ καὶ κροκόδειλος

Κροκοδείλου καὶ ἀλώπεκος περὶ τῆς εὐγενείας ἐριζόντων, ὁ μὲν εἶπε τοὺς προγόνους παρέχειν πάντα τὰ γυμνάσια. Τοῦτο γὰρ πολλῆς τίμης ἦν. Ἡ δὲ ἀποκρινομένη εἶπε φανερὸν εἶναι ἀπὸ τοῦ δέρματος αὐτοῦ πολλὰ ἔτη αὐτὸν γεγυμνάσθαι.

Ἀνάγνωσις τοῦ λε' μύθου

Ἀλώπηξ καὶ κύων

Bruno Liljefors - Beagle and Fox


Ὁ κύων φυλάσσων τὰ πρόβατα εἶδε τὴν ἀλώπεκα ἀρνίον εἰληφυῖαν. Ἡ μὲν κατεφίλει τὸ ἄρνιον ἵνα ἀπατήσῃ τὸν κύνα. Ὁ δὲ οὐκ ἐπείσθη αὐτῇ.

Ἀνάγνωσις τοῦ λϛ' μύθου


Ἀλώπηξ καὶ δρυτόμος
Ἀλώπηξ κυνηγοὺς φεύγουσα, ὡς ἐθεάσατό τινα δρυτόμον, τοῦτον ἱκέτευσε κατακρύψαι αὐτήν. Ὁ δὲ αὐτῇ παρῄνεσεν εἰς τὴν ἑαυτοῦ καλύβην εἰσελθοῦσαν κρυβῆναι. Μετ᾿ οὐ πολὺ δὲ παραγενομένων τῶν κυνηγῶν καὶ τοῦ δρυτόμου πυνθανομένων εἰ τεθέαται ἀλώπεκα τῇδε παριοῦσαν, ἐκεῖνος τῇ μὲν φωνῇ ἠρνεῖτο ἑωρακέναι, τῇ δὲ χειρὶ νεύων ἐσήμαινεν ὅπου κατεκρύπτετο. Τῶν δὲ οὐχ οἷς ἔνευε προσσχόντων, οἷς δὲ ἔλεγε πιστευσάντων, ἡ ἀλώπηξ ἰδοῦσα αὐτοὺς ἀπαλλαγέντας ἐξελθοῦσα ἀπροσφωνητὶ ἐπορεύετο. Μεμφομένου δὲ αὐτὴν τοῦ δρυτόμου, εἴγε διασωθεῖσα ὑπ᾿ αὐτοῦ, ἀλλ᾿ οὐδὲ διὰ φωνῆς αὐτῷ ἐμαρτύρησεν, ἔφη· « Ἀλλ᾿ ἔγωγε ηὐχαρίστησα ἄν σοι, εἰ τοῖς λόγοις ὅμοια τὰ ἔργα τῆς χειρὸς καὶ τοὺς τρόπους εἶχες. »
Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἐκείνους τοὺς ἀνθρώπους τοὺς χρηστὰ μὲν σαφῶς ἐπαγγελλομένους, δι᾿ ἔργων δὲ φαῦλα δρῶντας.
Ἀλώπηξ καὶ κροκόδειλος
Ἀλώπηξ καὶ κροκόδειλος περὶ εὐγενείας ἤριζον. Πολλὰ δὲ τοῦ κροκοδείλου διεξιόντος περὶ τῆς τῶν προγόνων λαμπρότητος καὶ τὸ τελευταῖον λέγοντος ὡς γεγυμνασιαρχηκότων ἐστὶ πατέρων, ἡ ἀλώπηξ ἔφη· « Ἀλλὰ κἂν σὺ μὴ εἴπῃς, ἀπὸ τοῦ δέρματος φαίνῃ ὅτι ἀπὸ πολλῶν ἐτῶν εἶ γεγυμνασμένος. »
Οὕτως καὶ τῶν ψευδολόγων ἀνθρώπων ἔλεγχός ἐστι τὰ πράγματα.
Ἀλώπηξ καὶ κύων
Ἀλώπηξ εἰς ἀγέλην προβάτων εἰσελθοῦσα, θηλαζόντων τῶν ἀρνίων ἓν ἀναλαβομένη, προσεποιεῖτο καταφιλεῖν. Ἐρωτηθεῖσα δὲ ὑπὸ κυνὸς τί τοῦτο ποιεῖ· « τιθηνοῦμαι αὐτό, ἔφη, καὶ προσπαίζω. » Καὶ ὁ κύων ἔφη· «Καὶ νῦν, ἐὰν μὴ ἀφῇς τὸ ἀρνίον ἀφ᾿ ἑαυτῆς, τὰ κυνῶν σοι προσοίσω. »
Πρὸς ἄνδρα ῥᾳδιουργὸν καὶ μῶρον κλέπτην ὁ λόγος εὔκαιρος.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.