Friday, June 10, 2016

Μῦθοι Αἰσώπειοι· κη', κθ', λ'

Ἁλκύων

Common Kingfisher Alcedo atthis

Ἀλκύων τις, τὴν γῆν φοβουμένη, παρὰ τὴν θάλασσαν ἔτεκεν. Ποτὲ δὲ τῆς ὄρνιθος  ἀπελθοῦσης, ἡ θάλασσα διὰ τοῦ ἀνέμου ἠρμένη διέφθειρε τοὺς νεοττούς.

Ἀνάγνωσις τοῦ κη' μύθου

Ἀλώπεκες <ἐπὶ τῷ Μαιάνδρῳ> 

Red fox drinking 01

Τῶν ἀλωπέκων ἀπορουσῶν ὅπως ἐκ τοῦ Μαιάνδρου ποταμοῦ ἀσφαλῶς πιῶσιν, μία ὑπερήφανος οὖσα εἰς τὸ ὕδωρ πηδήσασα ἀφείλκετο. Ταῖς οὖν αὐτὴν ἐρωτώσαις ἀποκρινομένη ἔφη πρὸς Μίλητον ἔρχεσθαι. 

Ἀνάγνωσις τοῦ κθ' μύθου


Ἀλώπηξ ἐξογκωθεῖσα τὴν γαστέρα

Soggy Fox Hiding in a Tree (11639788834)

Ἀλώπηξ τις εὗρε σῖτον ἔνδον δένδρου ὑπὸ ποιμένων κεκρυμμένον. Πάντα οὖν φαγοῦσα οὐχ οἵα τ' ἦν ἐξελθεῖν. Ἑτέρα δ' ἀλώπηξ αὐτὴν παρακαλοῦσα παραινεῖ ἐκεῖ μένειν ἕως ἂν ἡ γαστὴρ οὕτως μικρὰ γένηται ὡς ἔμπροσθεν ἦν.

Ἀνάγνωσις τοῦ λ' μύθου


Ἁλκύων
Ἁλκύων ὄρνεόν ἐστι φιλέρημον διὰ παντὸς ἐν θαλάττῃ διαιτώμενον. Ταύτην λέγεται τὰς τῶν ἀνθρώπων θήρας φυλαττομένην ἐν σκοπέλοις παραθαλαττίοις νεοττοποιεῖσθαι. Καὶ δή ποτε τίκτειν μέλλουσα παραγένετο εἴς τι ἀκρωτήριον καὶ θεασαμένη πέτραν ἐπὶ θαλάττῃ ἐνταῦθα ἐνεοττοποιεῖτο. Ἐξελθούσης δὲ αὐτῆς ποτε ἐπὶ νομήν, συνέβη τὴν θάλασσαν ὑπὸ λαβροῦ πνεύματος κυματωθεῖσαν ἐξαρθῆναι μέχρι τῆς καλιᾶς καὶ ταύτην ἐπικλύσασαν τοὺς νεοττοὺς διαφθεῖραι. Καὶ ἡ ἁλκύων ἐπανελθοῦσα, ὡς ἔγνω τὸ γεγονός, εἶπεν· «Ἀλλ᾿ ἔγωγε δειλαία, ἥτις τὴν γῆν ὡς ἐπίβουλον φυλαττομένη, ἐπὶ ταύτην κατέφυγον, ἣ πολλῷ μοι γέγονεν ἀπιστοτέρα.»
Οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι τοὺς ἐχθροὺς φυλαττόμενοι λανθάνουσιν πολλῷ χαλεπωτέροις τῶν ἐχθρῶν φίλοις ἐμπίπτοντες.
Ἀλώπεκες <ἐπὶ τῷ Μαιάνδρῳ>
Ποτὲ ἀλώπεκες ἐπὶ τὸν Μαίανδρον ποταμὸν συνηθροίσθησαν, πιεῖν ἐξ αὐτοῦ ζέλουσαι. Διὰ δὲ τὸ ῥοιζηδὸν φέρεσθαι τὸ ὕδωρ, ἀλλήλας προτρεπόμεναι οὐκ ἐτόλμων εἰσελθεῖν. Μιᾶς δὲ αὐτῶν διεξιούσης, ἐπὶ τῷ εὐτελίζειν τὰς λοιπὰς καὶ δειλίαν καταγελώσης, ἑαυτὴν ὡς γενναιοτέραν προκρίνασα θαρσαλέως εἰς τὸ ὕδωρ ἐπήδησεν. Τοῦ δὲ ῥεύματος ταύτην εἰς μέσον κατασύραντος, καὶ τῶν λοιπῶν παρὰ τὴν ὄχθην τοῦ ποταμοῦ ἑστηκυιῶν, πρὸς αὐτὴν εἰπουσῶν· « Μὴ ἐάσῃς ἡμᾶς, ἀλλὰ στραφεῖσα ὑπόδειξον τὴν εἴσοδον δἰ ἧς ἀκινδύνως δυνησόμεθα πιεῖν, » ἐκείνη ἀπαγομένη ἔλεγεν· « Ἀπόκρισιν ἔχω εἰς Μίλητον, καὶ ταύτην ἐκεῖσε ἀποκομίσαι βούλομαι· ἐν δὲ τῷ ἐπανιέναι με ὑποδείξω ὑμῖν. »
Πρὸς τοὺς κατὰ ἀλαζονείαν ἑαυτοῖς κίνδυνον ἐπιφέροντας.
Ἀλώπηξ ἐξογκωθεῖσα τὴν γαστέρα
Ἀλώπηξ λιμώττουσα, ὥς ἐθεάσατο ἔν τινι δρυὸς κοιλώματι ἄρτους καὶ κρέα ὑπό τινων ποιμένων καταλελεμμένα, ταῦτα εἰσελθοῦσα κατέφαγεν. Ἐξογκωθεῖσα δὲ τὴν γαστέρα, ἐπειδὴ οὐκ ἠδύνατο ἐξελθεῖν, ἐστέναζε καὶ ὠδύρετο. Ἑτέρα δὲ ἀλώπηξ τῇδε παριοῦσα, ὡς ἤκουσεν αὐτῆς τὸν στεναγμόν, προσελθοῦσα ἐπυνθάνετο τὴν αἰτίαν. Μαθοῦσα δὲ τὰ γεγενημένα ἔφη πρὸς αὐτήν· «Ἀλλὰ μένε τέως σὺ ἐνταῦθα, ἕως ἂν τοιαύτη γένῃ ὁποία οὖσα εἰσῆλθες, καὶ οὕτω ῥᾳδίως ἐξελεύσῃ.»
Ὁ λόγος δῆλοι ὅτι τὰ χαλεπὰ τῶν πραγμάτων ὁ χρόνος διαλύει.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.