Friday, June 17, 2016

Μῦθοι Αἰσώπειοι· λα', λβ', λγ'

Ἀλώπηξ καὶ βάτος


Ἡ ἀλώπηξ βοηθείαν ἀπὸ τῆς βάτου ζητεῖ. Αὕτη δὲ ὀξεῖα τὴν φύσιν οὖσα τιτρώσκει αὐτήν.

Ἀνάγνωσις τοῦ λα' μύθου
Ἀλώπηξ καὶ βότρυς 

The Fox and the Grapes - Project Gutenberg etext 19994

Πάντες ἴσμεν τοῦτον τὸν μῦθον. Ἡ γὰρ ἀλώπηξ μὴ δυναμένη τὸν βότρυν λαβεῖν καταφρονεῖ αὐτοῦ.

Ἀνάγνωσις τοῦ λβ' μύθου

Ἀλώπηξ καὶ δράκων

Fox-stretch

Αὕτη ἡ ἀλώπηξ δράκοντά τινα ἰδοῦσα ἐβούλετο ἐκτείνεσθαι. Διὰ δὴ τὸ τοῦτο ποιεῖν ἡ ἀλώπηξ ἀπέθανεν.

Ἀνάγνωσις τοῦ λγ' μύθου


Ἀλώπηξ καὶ βάτος
Ἀλώπηξ φραγμὸν ἀναβαίνουσα, ἐπειδὴ ὀλισθήσασα καταπίπτειν ἔμελλεν, ἐπελάβετο πρὸς βοήθειαν βάτου. Καὶ δὴ τοὺς πόδας ἐπὶ ταῖς ἐκείνης κέντροις αἱμάξασα καὶ ἀλγήσασα πρὸς αὐτὴν εἶπεν· « Οἴμοι· καταφυγοῦσάν με γὰρ ἐπὶ σὲ ὡς ἐπὶ βοηθὸν σὺ χεῖρον διέθηκας. —— Ἀλλ' ἐσφάλης, ὦ αὕτη, φησὶν ἡ βάτος, ἐμοῦ βουληθεῖσα ἐπιλαβέσθαι, ἥτις πάντων ἐπιλαμβάνεσθαι εἴωθα. »
Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ τῶν ἀνθρόπων μάταιοι ὅσοι βοηθοῖς προστρέχουσιν οἷς τὸ ἀδικεῖν μᾶλλον ἔμφυτον.
Ἀλώπηξ καὶ βότρυς
Ἀλώπηξ λιμώττουσα, ὡς ἐθεάσατο ἀπό τινος ἀναδενδράδος βότρυας κρεμαμένους, ἠβουλήθη αὐτῶν περιγενέσθαι καὶ οὐκ ἠδύνατο. Ἀπαλλαττομένη δὲ πρὸς ἑαυτὴν εἶπεν· « Ὄμφακές εἰσιν. »
Οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι τῶν πραγμάτων ἐφικέσθαι μὴ δυνάμενοι δι᾿ ἀσθένειαν τοὺς καιροὺς αἰτιῶνται.
Ἀλώπηξ καὶ δράκων
[Συκέα παρ᾿ ὁδὸν ἦν.] Ἀλώπηξ [δὲ] θεασαμένη δράκοντα κοιμώμενον ἐζήλωσεν αὐτοῦ τὸ μῆκος· βουλομένη δὲ αὐτῷ ἐξισωθῆναι παραναπεσοῦσα ἐπειρᾶτο ἑαυτὴν ἐκτείνειν, μέχρις οὗ ὑπερβιαζομένη ἔλαβε ῥαγεῖσα.
Τοῦτο πάσχουσιν οἱ τοῖς κρείττουσιν ἀνθαμιλλώμενοι· θᾶττον γὰρ αὐτοὶ διαρρήγνυνται ἢ ἐκείνων ἐφικέσθαι δύνανται.

No comments:

Post a Comment

Γράψετε μόνον ἑλληνιστί, παρακαλῶ.