Friday, June 3, 2016

Μῦθοι Αἰσώπειοι· κε', κϛ', κζ'

Ἁλιεὺς <καὶ ἰχθύες μεγάλοι καὶ βραχεῖς> 

Payallarfishing

Ὅταν ἁλιεύς τις ἀναλάβῃ τὸ δίκτυον, οἱ μὲν μικροὶ ἰχθύες οἷοι τ᾿εισὶν ἀποφυγεῖν. Οἱ δὲ μεγάλοι οὔ. Τὸ οὖν αὐτὸ γίγνεται, ὅταν στάσις τις μεταξὺ τῶν ἀνθρώπων τύχῃ.

Ἀνάγνωσις τοῦ κε' μύθου

Ἁλιεὺς καὶ σμαρίς


Ἡ δεομένη σμαρὶς μικρά ἐστιν. Ὁ δὲ ἁλιεὺς οὐκ ἀφίησιν αὐτὴν ἐν τῇ χειρὶ αὐτοῦ οὖσαν.

Ἀνάγνωσις τοῦ κϛ' μύθου

Ἁλιεὺς <ὕδωρ τύπτων>


Ὥσπερ ἁλιεὺς τὸ ὑδωρ τίπτων καὶ μιαίνων ἵνα τοὺς ἰχθύας λαμβάνῃ, οὕτως οἱ δημαγωγοὶ στάσεις ποιοῦνται πανταχοῦ ἐν τῇ οἰκουμένῃ.



Ἁλιεὺς <καὶ ἰχθύες μεγάλοι καὶ βραχεῖς>
Ἁλιεὺς ἐκ τῆς θαλάσσης τὸ πρὸς ἄγραν δίκτυον ἐκβαλὼν τῶν μὲν μεγάλων ἰχθύων ἐγκρατὴς γέγονε καὶ τούτους ἐν τῇ γῇ ἥπλωσεν· οἱ δὲ βραχύτεροι τῶν ἰχθύων διὰ τῶν τρυμαλιῶν διέδρασαν ἐν τῇ θαλάσσῃ.
Ὅτι εὔκολον ἡ σωτηρία τοῖς μὴ μεγάλως εὐτυχοῦσιν, τὸν δὲ μέγαν ὄντα τῇ δόξῃ σπανίως ἴδοις ἂν ἐκφυγόντα τοὺς κινδύνους.
Ἁλιεὺς καὶ σμαρίς
Ἁλιεὺς τὸ δίκτυον χαλάσας ἐν τῇ θαλάσσῃ ἀνήνεγκε σμαρίδα. Σμικρὰ δὲ οὖσα ἱκέτευεν αὐτὸν νῦν μὲν μὴ λαβεῖν αὐτήν, ἀλλ' ἐᾶσαι, διὰ τὸ σμικρὰν τυγχάνειν. « Ἀλλ’ ὅταν αὐξυνθῶ καὶ μεγάλη, φησί, γένωμαι, συλλαβεῖν με δυνήσῃ, ἐπεὶ καὶ εἰς μείζονά σοι ὠφέλειαν ἔσομαι. » Καὶ ὁ ἁλιεὺς εἶπεν· « Ἀλλ' ἔγωγε ἄνους ἂν εἴην, εἰ τὸ ἐν χερσὶ παρεὶς κέρδος, κἂν σμικρὸν ᾖ, τὸ προσδοκώμενον, κἂν μέγα ὑπάρχῃ, ἐλπίζοιμι. »
Ὁ μῦθος δηλοῖ ὅτι ἀλόγιστος ἂν εἴη ὁ δι' ἐλπίδα μείζονος τὰ ἐν χερσὶν ἀφεὶς σμικρὰ ὄντα.
Ἁλιεὺς <ὕδωρ τύπτων>
Ἁλιεὺς ἔν τινι ποταμῷ ἡλίευε. Καὶ δὴ κατατείνας τὰ δίκτυα, ὡς ἐμπεριέλαβεν ἑκατέρωθεν τὸ ῥεῦμα, προσδήσας κάλῳ λινῷ λίθον, ἔτυπτε τὸ ὕδωρ, ὅπως οἱ ἰχθύες φεύγοντες ἀπροφυλάκτως τοῖς βρόχοις ἐμπέσωσι. Τῶν δὲ περὶ τὸν τόπον οἰκούντων τις θεασάμενος αὐτὸν τοῦτο ποιοῦντα, ἐμέμφετο ἐπὶ τῷ τὸν ποταμὸν θολοῦν καὶ μὴ ἐᾶν αὐτοὺς διαυγὲς ὕδωρ πίνειν. Ὁ δὲ ἀπεκρίνατο· « Ἀλλ' ἐὰν μὴ οὕτως ὁ ποταμὸς ταράσσηται, ἐμὲ δεήσει λιμώττοντα ἀποθανεῖν. »
Οὕτω καὶ τῶν πόλεων οἱ δημαγωγοὶ τότε μάλιστα ἐνεργάζονται, ὅταν τὰς πατρίδας εἰς στάσεις περιαγάγωσιν.

No comments:

Post a Comment

Γράψετε μόνον ἑλληνιστί, παρακαλῶ.