Friday, January 22, 2016

Ὄρχησις

Rothschild miscellany dancing
Τὰ Ἰουδαϊκὰ ζεύγη ὀρχοῦνται.
Ἐν τῷ τετταρακοστῷ καὶ πρώτῳ διδάγματι οὐκ ἀκούομεν περὶ τῆς τῶν Ἑλλήνων ὀρχήσεως ἀλλὰ μᾶλλον περὶ τῆς μεταξὺ ἀνδρὸς καὶ γυναικός.


Ἀνάγνωσις τοῦ μα' διδάγματος


καλῶς ὀρχεῖται· ἦ γάρ;
μάλιστα.
κεκήλημαι ἔγωγε.
ὀρχήσομαι μετ᾿αὐτῆς τὸ Πολωνικόν (τὸν στρόβιλον, τὸ Καληδονικόν, τὸ Γαλλικόν, τὸν τετράχορον).
δὸς ὀρχεῖσθαι τοῦτο μετὰ σοί, ὦ γύναι! (-- ὦ κόρη!)
φθόνος οὐδείς.
παῦε δῆτ’ ὀρχούμενος, ἀπείρηκα γάρ.
κέκμηκα.
ἕν μὲν οὖν τουτί μ’ ἔασον ὀρχέσασθαι.
τοῦτό νυν καὶ μηκέτ ἄλλο μηδέν.
ὡς ἡδὺ μετὰ σοῦ ὀρχεῖσθαι!
Τίς ποθ’ οὗτος ὁ δεῦρο βλέπων; ὁ ἐπὶ ταῖς θύραις;
ἐστὶν οὑμὸς ἀνήρ.
τί σκυθρωπάζει;
σφόδρα ζηλότυπός ἐστιν.
μὴ ὁρᾶν δοκῶμεν αὐτόν.
φυλάξομαι!
οὐδὲν γὰρ πιστὸν τοῖς ἀνδράσιν.
νύμφη ἐστὶ τρεῖς μῆνας.
ὁ ὀρχηστοδιδάσκαλος.
εἰς τὸ ὀρχηστοδιδασκαλεῖον.

No comments:

Post a Comment

Γράψετε μόνον ἑλληνιστί, παρακαλῶ.