Friday, January 8, 2016

Οὔ

Frescoangelico100216
 Ἔστω δὲ ὁ λόγος ὑμῶν ναὶ ναί, οὒ οὔ, φησὶν ὁ Κύριος.
Ὥσπερ ἐμάθομεν λέγειν ναί, οὕτως δεῖ ἡμᾶς μαθεῖν ἀρνεῖσθαι. Ἀκούσατε οὖν τὸ τριακοστὸν καὶ πέμπτον δίδαγμα.

Ἀνάγνωσις τοῦ λε' διδάγματος


οὐ µὰ ∆ία!
µὰ ∆ι’ ἐγὼ µὲν οὔ.
οὔκ· ἀλλὰ …
µὴ δῆτα!
µή νυν ποιήσῃς!
µή δῆτά πώ γε.
οὔκ, ἢν µὴ (τοῦτο γένηται).
µηδαµῶς!
οὐδὲν δεῖ!
µὰ ∆ί’ οὐ µέντοι.
εἰ γὰρ ὤφελ(ον)!
σωφρονεῖς! -- δεξιὸς εἶ!
ἥκιστα!
ἥκιστά γε!
ἥκιστα πάντων!
οὐκ ἃν µὰ ∆ία, εἰ κρέµαισθε γ’ ὑµεῖς!
µελαγχολᾶν µ’ οὕτως οἴει;
οὐχ οὗτος ὁ τρόπος!
ἀλλ’ ὅµως!
οὐκ ὀρθῶς λέγεις.
λῆρος!
οὐδὲν λέγεις!
ἀλλ’ οὐ ταὐτόν!
ἀλλ’ οὐκ εἶπας ὅµοιον!
οὐ πείθοµαι!

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.