Friday, January 29, 2016

Ὁ Σχούλζιος

Τί δρᾷς ὁ Σχούλζιος;
Ὁ Σχούλζιός ἐστι πλούσιος Γερμανός.  Πολλοὶ ἄρα περὶ αὐτοῦ λέγουσι πολλά. Ὑμεῖς οὖν ἀκούσατε τὸ τετταρακοστὸν καὶ πέμπτον δίδαγμα καὶ μάθετε πῶς ὁ Σχούλζιος πλούσιος ἐγένετο.

Ἀνάγνωσις τοῦ με' διδάγματος


Σχούλζιος αὐτῷ ὄνομα; ποῖος οὗτος ὁ Σχούλζιος;
οὐκ οἶσθα αὐτόν; (οὐ γιγνώσκεις αὐτόν;)
οὐ μὰ ∆ία ἔγωγε, ξένος γάρ εἰμι ἀρτίως ἀφιγμένος.
πράττει τὰ μέγιστα ἐν τῇ πόλει.
ἔχει δὲ πώγωνα.
καὶ πολιός ἐστιν.
πόθεν διαζῇ;
ταχέως ὁ ἀνὴρ γεγένηται πλούσιος.
τί δρῶν;
πρῶτον μὲν γὰρ τέχνην τιν’ ἔμαθεν· εἶτα γεωργὸς ἐγένετο. νῦν δ’ ἔμπορός ἐστιν.
ἐργαστήριον ἔχει.
ἐργάτης.
δικαστής.
ὑπάλληλος.
σύνδικος.
φαρμακοπώλης.
τραπεζίτης.
ἀξιωματικός.
μαθητής.
φοιτητής.
διδάσκαλος.
καθηγητής.
ἐκ τῶν ἀγρῶν ἐστιν.
ἐκ τῶν γειτόνων ἐστίν.
ἄχθομαι αὐτῷ συνὼν ἔγωγε.
οὐ πονηρός ἐστι τοὺς τρόπους.
ὡς σοβαρὸς εἰσελήλυθεν!
οὐκ ἀστεῖόν μοι δοκεῖ εἶναι τοιοῦτον ἑαυτὸν παρέχειν.
ὁ δὲ Ν. Ν. νὴ ∆ία γεννάδας ἀνήρ.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.