Friday, January 15, 2016

Ὁ κάπηλος

Rudolf Schildkraut as Autolycus by Emil Orlik
Ὁ κάπηλος ἔχων λαιμοδέτεια ἐπὶ τοῦ βραχίονος πωλεῖ τὰ αὐτοῦ.
Ἔν τῷ τριακοστῷ καὶ ἑβδόμῳ διδάγματι ἀκούομεν διαλόγον μεταξὺ καπήλου καὶ ὠνητοῦ.

Ἀνάγνωσις τοῦ λζ' διδάγματος


καὶ µὴν ὁδὶ ἐκεῖνος ὁ Ἰουδαῖος!
βαλάντια καλά! λαιµοδέτια! µαχαίρια!
τί δῆτα καταθῶ τουτουί;
δύο µάρκας* καὶ πεντήκοντα.
µὰ ∆ί’, ἀλλ’ ἔλαττον.
δύο µάρκας* τελεῖς;
λαβὲ µάρκην* καὶ ἡµίσειαν.
πῶς τὰ βαλάντια ὤνια;
λήψει τεσσάρων µαρκῶν* πάνυ καλόν.
ἀπόφερε· οὐκ ὠηήσοµαι, κερδαίνειν γὰρ βούλει πολύ.
αὐτὸς σὺ τί δίδως.
ὅτι δίδωµι; δοίην ἂν δύο µάρκας.*
ἔχε τοίνυν· κρεῖττον γάρ ἐστιν ἣ µηδὲν λαβεῖν.
ἅνθρωπος οὐκ ἀπαλλαχθήσεται ἡµῶν.
οὐδέν ἐστιν ἡ µάχαιρα· οὐκ ἂν πριαίµην οὐδὲ µιᾶς µάρκης.*
αὐτὸς ἀντέδωκα τούτου ποτὲ τρεῖς µάρκας.*
οὐδέν µοι περιγίγνεται.
ἄληθες;
ὄµοσον!
οὐ µὰ τοὺς θεούς!
πώλει τοῦτο ἄλλῳ τινί!
ὠνήσοµαί σοι ἐγώ.
ταῦτα δή.
ἀπέδωκα ὀφείλων τρεῖς µάρκας.*
ἐν Λειψίᾳ πωλοῦνται κατὰ δώδεκα εἴκοσι µαρκῶν
τοδί ἀπέδοτο µιᾶς µάρκης.

2 comments:

  1. χαῖρε! σύ αὐτος συνέγραψας πάντα ταῦτα τὰ ὕφη ἤ τίνος ἐστι; ἤ ἐκ τίνος γλώσσης μεθηρμήνευσας; :)

    ReplyDelete
  2. Ἐγὼ πάντα συνέγραψα ἐν τῇ Ἑλληνικῇ γλώσσῃ καὶ τὰ ἁμαρτήματα, ὦ ἀγαθὲ ἄνερ.

    ReplyDelete

Γράψετε μόνον ἑλληνιστί, παρακαλῶ.