Friday, August 14, 2015

Ἀετοῦ

Palazzo Grimani a Venezia - Foto Giovanni Dall'Orto - 8 Ago 2011 263b
Οὗτός ἐστιν ὁ ὄρνις, ὃς τὸν Γανυμήδην εἰς τὸν Ὄλυμπον ἀνήνεγκεν, ὅπως ὁ νεανίας οἰνόχοος τῶν θεῶν γένοιτο.
Zeus Naucratis Painter Louvre E668
Ὁ δ'ἀετός, βασιλεῦς τῶν πετεινῶν ὤν, μάλιστα πρέπει τῷ Διί. Λέγεται γὰρ ὅτι ἐφάνη πρότερον αὐτῷ τὴν  τῶν τιτάνων νίκην ἀγγείλας. Ἐν δὲ ταύτῃ Λακωνικῇ κύλικι κατανοεῖτε ἄμφω.

Sidney Hall - Urania's Mirror - Delphinus, Sagitta, Aquila, and Antinous
Διόπερ πολὺ ὑπὸ τοῦ Διὸς τιμηθείς, ὁ ἀετὸς ἔχει σημεῖον ἐπὶ τῷ οὐρανῷ.
Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων

Οὗτός ἐστιν ὁ Γανυμήδην ἀνακομίσας εἰς οὐρανὸν τῷ Διί, ὅπως ἔχῃ οἰνοχόον. ἔστι δὲ ἐν τοῖς ἄστροις, δι' ὅσον καὶ πρότερον, ὅτε οἱ Θεοὶ τὰ πτηνὰ διεμερίζοντο, τοῦτον ἔλαχεν ὁ Ζεύς. μόνον δὲ τῶν ζῴων ἀνθήλιον ἵπταται ταῖς ἀκτῖσιν οὐ ταπεινούμενον· ἔχει δὲ τὴν ἡγεμονίαν ἁπάντων· ἐσχημάτισται δὲ διαπεπταμένος τὰς πτέρυγας ὡς ἂν καθιπτάμενος. Ἀγλαοσθένης δέ φησιν ἐν τοῖς Ναξικοῖς γενόμενον τὸν Δία ἐν Κρήτῃ καὶ κατὰ κράτος ζητούμενον, δὶς ἐκκλαπέντα, ἐκεῖθεν ἐκκλαπῆναι καὶ ἀχθῆναι εἰς Νάξον, ἐκτραφέντα δὲ καὶ γενόμενον ἐν ἡλικίᾳ τὴν τῶν Θεῶν βασιλείαν κατασχεῖν· ἐξορμῶντος δὲ ἐκ τῆς Νάξου ἐπὶ τοὺς Τιτᾶνας καὶ ἀετὸν αὐτῷ φανῆναι συνιόντα, τὸν δὲ οἰωνισάμενον ἱερὸν αὑτοῦ ποιήσασθαι [κατηστερισμένον] καὶ διὰ τοῦτο τῆς ἐν οὐρανῷ τιμῆς ἀξιωθῆναι. ῎Εχει δὲ ἀστέρας δ, ὧν ὁ μέσος ἐστὶ λαμπρός.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.