Friday, March 3, 2017

Μῦθοι Αἰσώπειοι· ρμβ', ρμγ', ρμδ'

Ἵππος καὶ στρατιώτης


Ὅτε μὲν πόλεμος ἦν, ὁ στρατιώτης κριθῇ ἔτρεφε τὸν ἵππον. Ὁτε δ' εἰρήνη ὑπῆρχεν, ἄχυρον διδούς, ἐχρᾶτο αὐτῷ ὡς φορτία βαστάζοντι. Τοιγαροῦν ὁ ἵππος οὐκέτι ἐδυνήσατο τὸν στρατιώτην εἰς πόλεμον φέρειν.

Ἀνάγνωσις τοῦ ρμβ' μύθου

Κάλαμος καὶ ἐλαία

The oak and the Reed by Achille Michallon

Ὅταν μέγας ἄνεμος πνέῃ, οὐχ ἡ ἰσχυρὰ ἐλαία σωθήσεται ἀλλὰ ὁ καμπτὸς κάλαμος.

Ἀνάγνωσις τοῦ ρμγ' μύθου

Κάμηλος <ἀφοδεύσασα ἐν ποταμῷ>


Ἡ κάμηλος  ποταμὸν τὸν ῥέοντα διαβαίνουσα ἐθαύμασεν ἰδοῦσα τὸν κόπρον αὐτῆς ἔμπροσθεν αὐτῆς ἀφικόμενον.

Ἀνάγνωσις τοῦ ρμδ' μύθου


Ἵππος καὶ στρατιώτης
Ἵππον τὸν ἑαυτοῦ στρατιώτης, ἕως μὲν καιρὸς τοῦ πολέμου ἦν, ἐκρίθιζεν, ἔχων συνεργὸν ἐν ταῖς ἀνάγκαις. Ὅτε δὲ ὁ πόλεμος κατέπαυσεν, εἰς δουλείας τινὰς καὶ φόρτους βαρεῖς ὁ ἵππος ὑπούργει, ἀχύρῳ μόνῳ τρεφόμενος. Ὡς δὲ πάλιν πόλεμος ἠκούσθη καὶ ἡ σάλπιγξ ἐφώνει, τὸν ἵππον χαλινώσας ὁ δεσπότης καὶ αὐτὸς καθοπλισθεὶς ἐπέβη. Ὁ δὲ συνεχῶς κατέπιπτε μηδὲν ἰσχύων· ἔφη δὲ τῷ δεσπότῃ· « Ἄπελθε μετὰ τῶν πεζῶν [τῶν] ὁπλιτῶν ἄρτι· σὺ γὰρ ἀφ᾿ ἵππου εἰς ὄνον με μετεποίησας, καὶ πῶς πάλιν ἐξ ὄνου ἵππον θέλεις ἔχειν; »
Ὅτι ἐν καιρῷ ἀδείας καὶ ἀνέσεως τῶν συμφορῶν οὐ δεῖ ἐπιλανθάνεσθαι.
Κάλαμος καὶ ἐλαία
Διὰ καρτερίαν καὶ ἰσχὺν καὶ ἡσυχίαν κάλαμος καὶ ἐλαία ἤριζον. Τοῦ δὲ καλάμου ὀνειδιζομένου ὑπὸ τῆς ἐλαίας ὡς ἀδυνάτου καὶ ῥᾳδίως ὑποκλινομένου πᾶσι τοῖς ἀνέμοις, ὁ κάλαμος σιωπῶν οὐκ ἐφθέγξατο. Καὶ μικρὸν ὑπομείνας, ἐπειδὴ ἄνεμος ἔπνευσεν ἰσχυρός, ὁ μὲν κάλαμος ὑποσεισθεὶς καὶ ὑποκλινθεὶς τοῖς ἀνέμοις ῥᾳδίως διεσώθη· ἡ δ᾿ ἐλαία, ἐπειδὴ ἀντέτεινε τοῖς ἀνέμοις, κατεκλάσθη τῇ βίᾳ.
Ὁ μῦθος δηλοῖ ὅτι οἱ τῷ καιρῷ καὶ τοῖς κρείττοσιν αὐτῶν μὴ ἀνθιστάμενοι κρείττους εἰσὶ τῶν πρὸς μείζονας φιλονεικούντων.
Κάμηλος <ἀφοδεύσασα ἐν ποταμῷ>
Κάμηλος ἀφοδεύσασα ἐν ποταμῷ. Διέβαινε ποταμὸν κάμηλος ὀξὺ ῥέοντα. Ἀφοδεύσασα δὲ καὶ τὴν κόπρον εὐθὺς ἔμπροσθεν αὐτῆς ἰδοῦσα διὰ τὸ ὀξὺ τοῦ ῥεύματος εἶπεν· « Τί τοῦτο; τὰ ὄπισθέν μου ἔμπροσθέν μου νῦν ὁρῶ διερχόμενα. »
[Ὅτι] ἐν πόλει <ἐν> ᾗ ἔσχατοι καὶ ἄφρονες κρατοῦσιν ἀντὶ τῶν πρώτων καὶ φρονίμων ἁρμόζει ὁ μῦθος.

No comments:

Post a Comment

Γράψετε μόνον ἑλληνιστί, παρακαλῶ.