Friday, January 13, 2017

Μῦθοι Αἰσώπειοι· ρκα', ρκβ', ρκγ'

Ζεὺς καὶ Ἀπόλλων

Apollo razi grotami pomoru

Ἔρις ἐγένετο μεταξὺ τοῦ Διὸς καὶ τοῦ Ἀπόλλωνος περὶ τὴν τοξικὴν τέχνην. Ὁ οὖν μὲν Ἀπόλλων ἀφῆκε τὸ βελός. Ὁ δὲ Ζεὺς ἐπορεύθη ὅπου τὸ βέλος ἀφῖκετο.

Ἀνάγνωσις τοῦ ρκα' μύθου

Ζεὺς καὶ ὄφις

Serpens, Rosa, et Iuppiter


Ὁ ὄφις ῥόδον ἐν τῷ στόματι ἔχων προσῆλθεν πρὸς τὸν Δία γάμους ποιοῦντα. Ὁ δὲ Ζεὺς μὴ πιθόμενος τῷ ὄφει οὐκ ἐδέξατο τὸ δῶρον αὐτοῦ.

Ἀνάγνωσις τοῦ ρκβ' μύθου

Ζεὺς καὶ πίθος ἀγαθῶν


Πάντα τὰ ἀγαθὰ ὑπὸ τοῦ Διὸς ἐν πίθῳ τινὶ ἐκλείσθη. Ἀνθρώπου δέ τινος τὸν πίθον ἀνοίγοντος, πάντα τὰ ἀγαθὰ ἐπανῆλθεν εἰς τὸν Ὄλυμπον.

Ἀνάγνωσις τοῦ ρκγ' μύθου


Ζεὺς καὶ Ἀπόλλων
Ζεὺς καὶ Ἀπόλλων περὶ τοξικῆς ἤριζον. Τοῦ δὲ Ἀπόλλωνος ἐντείναντος τὸ τόξον καὶ τὸ βέλος ἀφέντος, Ζεὺς τοσοῦτον διέβη ὅσον Ἀπόλλων ἐτόξευσεν.
Οὕτως οἱ τοῖς κρείττοσιν ἀνθαμιλλώμενοι, πρὸς τῷ ἐκείνων μὴ ἐφικέσθαι, καὶ γέλωτα ὀφλισκάνουσιν.
Ζεὺς καὶ ὄφις
Τοῦ Διὸς γάμους ποιοῦντος, πάντα τὰ ζῷα ἤνεγκαν δῶρα, ἕκαστον κατὰ τὴν οἰκείαν δύναμιν. Ὄφις δὲ ἕρπων ῥόδον λαβὼν ἐν τῷ στόματι ἀνέβη. Ἰδὼν δὲ αὐτὸν ὁ Ζεὺς ἔφη· « Τῶν ἄλλων πάντων τὰ δῶρα λαμβάνω, ἀπὸ δὲ τοῦ σοῦ στόματος λαμβάνω οὐδ᾿ ὅλως. »
Ὁ μῦθος δηλοῖ ὅτι τῶν πονηρῶν αἱ χάριτες φοβεραί εἰσιν.
Ζεὺς καὶ πίθος ἀγαθῶν
Ζεὺς ἐν πίθῳ τὰ ἀγαθὰ πάντα συγκλείσας ἀφῆκε παρὰ ἀνθρώπῳ τινί. Ὁ δὲ λίχνος ἄνθρωπος εἰδέναι θέλων τί ἐστιν ἐν αὐτῷ, τὸ πῶμα ἐκίνησε· πάντα δὲ ἐπετάσθησαν πρὸς τοὺς θεούς.
Ὅτι τοῖς ἀνθρώποις ἐλπὶς μόνη σύνεστι τῶν πεφευγότων ἀγαθῶν ἐγγυωμένη δώσειν.

No comments:

Post a Comment

Γράψετε μόνον ἑλληνιστί, παρακαλῶ.