Friday, September 30, 2016

Μῦθοι Αἰσώπειοι· οϛ', οζ', οη'

Γαλῆ καὶ Ἀφροδίτη


Γαλῆ τις ἠράσθη νεανίου. Διὰ τοῦτο προσευξαμένη τῇ Ἀφροδίτῃ  εἰς καλὴν γυναῖκα ὑπὸ τῆς θεοῦ ἠλλάχθη. Ἔπειτα δὲ ἐν τῷ θαλάμῳ μετὰ τοῦ ἀνδρὸς οὖσα, μῦν  ἰδοῦσα, ἐδίωκε αὐτόν. Ἡ οὖν Ἀφροδίτη ὀργισθεῖσα πάλιν εἰς γαλῆν μετεμόρφωσεν  αὐτήν.

Ἀνάγνωσις τοῦ οϛ' μύθου

Γαλῆ καὶ ῥίνη


Αὑτὴ ἡ μωρὰ γαλῆ ἀπώλεσε τὴν γλῶσσαν διὰ τὸ ῥίνην λείχειν.

Ἀνάγνωσις τοῦ οζ' μύθου

Γέρων καὶ θάνατος


Γέρων τις  φορτίον φέρων καὶ κεκοπιακὼς παρεκάλεσε τὸν θάνατον. Τῷ δὲ θανάτῷ ἐληλυθότι καὶ ἐρωτῶντι τί θέλεις, ὁ ἀνὴρ ἔφη·  ἐπᾶρον τὸ φορτίον.

Ἀνάγνωσις τοῦ οη' μύθου


Γαλῆ καὶ Ἀφροδίτη
Γαλῆ ἐρασθεῖσα νεανίσκου εὐπρέπους ηὔξατο τῇ Ἀφροδίτῃ ὅπως αὐτὴν μεταμορφώσῃ εἰς γυναῖκα. Καὶ ἡ θεὸς ἐλεήσασα αὐτῆς τὸ πάθος μετετύπωσεν αὐτὴν εἰς κόρην εὐειδῆ, καὶ οὕτως ὁ νεανίσκος θεασάμενος αὐτὴν καὶ ἐρασθεὶς οἴκαδε ὡς ἑαυτὸν ἀπήγαγε. Καθημένων δὲ αὐτῶν ἐν τῷ θαλάμῳ, ἡ Ἀφροδίτη γνῶναι βουλομένη εἰ μεταβαλοῦσα τὸ σῶμα ἡ γαλῆ καὶ τὸν τρόπον ἤλλαξε, μῦν εἰς τὸ μέσον καθῆκεν. Ἡ δὲ ἐπιλαθομένη τῶν παρόντων ἐξαναστᾶσα ἀπὸ τῆς κοίτης τὸν μῦν ἐδίωκε καταφαγεῖν θέλουσα. Καὶ ἡ θεὸς ἀγανακτήσασα κατ᾿ αὐτῆς πάλιν αὐτὴν εἰς τὴν ἀρχαίαν φύσιν ἀποκατέστησεν.
Οὕτω καὶ τῶν ἀνθρώπων οἱ φύσει πονηροί, κἂν φύσιν ἀλλάξωσι, τὸν γοῦν τρόπον οὐ μεταβάλλονται.
Γαλῆ καὶ ῥίνη
Γαλῆ εἰσελθοῦσα εἰς χαλκέως ἐργαστήριον τὴν ἐκεῖ κειμένην ῥίνην περιέλειχε. Συνέβη δὲ, ἐκτριβομένης τῆς γλώσσης, πολὺ αἷμα φέρεσθαι. Ἡ δὲ ἐτέρπετο ὑπονοοῦσά τι τοῦ σιδήρου ἀφαιρεῖσθαι, μεχρὶ παντελῶς ἀπέβαλε τὴν γλῶσσαν.
Ὁ λόγος εἴρηται πρὸς τοὺς ἐν φιλονεικίαις ἑαυτοὺς καταβλάπτοντας.
Γέρων καὶ θάνατος
Γέρων ποτὲ ξύλα κόψας καὶ ταῦτα φέρων πολλὴν ὁδὸν ἐβάδιζε. Διὰ δὲ τὸν κόπον τῆς ὁδοῦ ἀποθέμενος τὸ φορτίον τὸν Θάνατον ἐπεκαλεῖτο. Τοῦ δὲ Θανάτου φανέντος καὶ πυθομένου δι᾿ ἣν αἰτίαν αὐτὸν παρακαλεῖται, ὁ γέρων ἔφη· « Ἵνα τὸ φορτίον ἄρῃς. »
Ὁ μῦθος δηλοῖ ὅτι πᾶς ἄνθρωπος φιλόζωος, [ἐν τῷ βίῳ] κἂν δυστυχῇ.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.