Friday, September 16, 2016

Μῦθοι Αἰσώπειοι· ο', οα', οβ'

Βόες καὶ ἄξων


Ὁ μὲν τῆς ἁμάξης ἄξων οὐδὲν ποιῶν πολὺ κλάιε. Οἱ δὲ βόες σιγῶντες κάμνουσιν. Τὸ δὲ αὐτὸ ἐν τοῖς ἀνθρώποις.

Ἀνάγνωσις τοῦ ο' μύθου

Βόες <τρεῖς> καὶ λέων


Οὐκ ἐδύνατο ὁ λέων τρεῖς βόας συνηγμένους φαγεῖν. Ὁ οὖν ἀπατήσας  ἕνα ἀναχωρεῖν, ἀπέκτεινεν αὐτὸν. Καὶ τὸ αὐτὸ ἐποίησε τοῖς ἄλλοις βουσίν.

Ἀνάγνωσις τοῦ οα' μύθου

Βοηλάτης καὶ Ἡρακλῆς


Βοηλάτης τις, τῆς ἁμάξης μὴ κινούσης, προσηύχετο τὸν Ἡρακλέα ἵνα βοηθοίη. Ὁ δὲ Ἡρακλῆς, ὦ οὗτος, ἔφη, πρῶτον κάμνων βοήθησον σαυτόν.

Ἀνάγνωσις τοῦ οβ' μύθου


Βόες καὶ ἄξων
Βόες ἅμαξαν εἷλκον. Τοῦ δὲ ἄξονος τρίζοντος, ἐπιστραφέντες ἔφασαν οὕτως πρὸς αὐτόν· « Ὦ οὗτος, ἡμῶν τὸ ὅλον βάρος φερόντων, σὺ κέκραγας; »
Οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι, μοχθούντων ἑτέρων, αὐτοὶ προσποιοῦνται κάμνειν.
Βόες <τρεῖς> καὶ λέων
Ἐνέμοντο μετ᾿ ἀλλήλων τρεῖς ἀεὶ βόες. Λέων δὲ τούτους φαγεῖν θέλων διὰ τὴν αὐτῶν ὁμόνοιαν οὐκ ἠδύνατο· ὑπούλοις δὲ λόγοις διαβαλὼν ἐχώρισεν ἀπ᾿ ἀλλήλων, καὶ τότε ἕνα ἕκαστον αὐτῶν μεμονωμένους εὑρὼν κατεθοινήσατο.
[Ὅτι], εἰ θέλεις μάλιστα ζῆν ἀκινδύνως, τοῖς μὲν ἐχθροῖς ἀπίστει, τοῖς δὲ φίλοις πίστευε καὶ συντήρει.
Βοηλάτης καὶ Ἡρακλῆς
Βοηλάτης ἅμαξαν ἦγεν εἰς κώμην.
Τῆς δ᾿ ἐμπεσούσης εἰς φάραγγα κοιλώδη,
δέον βοηθεῖν, ὅδε ἀργὸς εἱστήκει,
τῷ δὲ Ἡρακλεῖ προσηύχετο μόνῳ
ἁπάντων θεῶν ὡς πολλὰ τιμωμένῳ.
Αὐτὸς δ᾿ ἐπιστὰς εἶπε· « Τῶν τρόχων ἅπτου
καὶ τοὺς βόας κέντριζε, τοῖς θεοῖς δ᾿ εὔχου,
ὅταν τι ποιῇς καὐτός· μὴ μάτην εὔξῃ. »

No comments:

Post a Comment

Γράψετε μόνον ἑλληνιστί, παρακαλῶ.