ἑαυτὸν παιδευόμενος

ἑαυτὸν παιδευόμενος

Sunday, March 27, 2016

Ἡ πρὸς Τίτον ἐπιστολή

Ὁ ἀπόστολος Παῦλος ἐπὶ ᾠῷ γεγραμμένος.


Χριστὸς ἀνέστη. Πολλάκις μὲν ὁ Μᾶρκος  ᾔτησέ με ἠχωγραφὴν ποιῆσαι ἐκ βίβλου τινὸς τῆς καινῆς διαθήκης. Τέλος δὲ, τοῦ πάσχα τοῦ Κυρίου ὄντος, δῶρον ἔχω αὐτῷ ᾠόν τι, ὡς εἰπεῖν. Ἀνέγνων γὰρ φωνῇ μεγάλῃ τὴν πρὸς Τίτον ἐπιστολήν. Ἀπολαύσατε, ὦ φίλοι.

Saturday, March 26, 2016

Σημεῖα ὑπὲρ τῶν νῦν

Le Chateau d'eau and plaza, Exposition Universal, 1900, Paris, France
 Παρίσιοι ἐν τῷ ἔτει ͵αϡʹ
Ἐν τῷ ἑξηκοστῷ ἕκτῳ διδάγματι, τῷ μακρῷ ὄντι, ἀκούομεν πολλοὺς καὶ χρηστοὺς λογοὺς ἵνα πολλὰ τοῦ νῦν χρόνου σημαίνωνεν.

Ἀνάγνωσις τοῦ ξϛ' διδάγματος


ἡ βουλή.
ὁ βουλευτής.
ὁ στρατός.
ὁ δήμαρχος.
τὸ γραφεῖον.
τὸ δικαστήριον.
τὸ κόμμα.
συντηρητικός.
φιλελεύθερος.
ὁ ὑπόψηφος.
ὁ ὑπουργός.
τὸ ὑπουργεῖον* τῶν ἐξωτερικῶν. τῶν ἐσωτερικῶν. τῶν οἰκονομικῶν. τῆς δικαιοσύνης. τῶν στρατιωτικῶν. τῶν ἐκκλησιαστικῶν. τῆς δημοσίας ἐκπαιδεύσεως.
ὁ ἔπαρχος.
ὁ πρόεδρος.
ἡ κυβέρνησις.
τὸ κυβερνητικὸν κόμμα.
ἡ ἐφημερίς.
οἱ Καιροί.
τὸ ζήτημα τὸ ἀνατολικόν.

τὸ ἀτμόπλοιον.*
τὸ ἱστιοφόρον.
ὁ σταθμός.
ἡ ἁμαξοστοιχία.*
ὁ σιδηρόδρομος.*
τὸ ξενοδοχεῑον.
τὸ λεωφορεῖον.*
τὸ δρομολόγιον.*

ὁ φαρμακοπώλης.
ὁ ἐργάτης.
ἡ ἀπεργία.*
ὁ κουρεύς.
ὁ ἀρχιτέκτων.
ὁ γραμματοφόρος.
ὁ βιβλιοδέτης.*
ὁ τυπογράφος.*
ὁ βιβλιοπώλης.
ὁ ἀμαξηλάτης.*
ὁ τεχνίτης.
ὁ μηχανικός.
ὁ ἐφημεριδογράφος.*
ὁ παντοπώλης.
ὁ διδάσκαλος.
ὁ ἀξιωματικός.
ὁ φωτογράφος.*
ὁ καθηγητής.
ὁ συντάκτης.*
ὁ δικαστής.
ὁ στοιχειοθέτης.*
ὁ καθαριστής.
ὁ φοιτητής.
ὁ καπνοπώλης.*
ὁ ὡρολογοποιός.*

τὸ φαρμακοπωλεῖον.
τὸ καφενεῖον.*
ἡ ἅμαξα.
τὸ κοιμητήριον.
ἡ λέσχη.
τὸ ἀναγνωστήριον.
ἡ συμφωνία.
τὰ ἀνάκτορα.
ἡ ἔπαυλις.
τὸ πεζοδρόμιον.*
τὸ ταχυδρομεῖον.*
τὸ γραμματόσημον.*
τὸ ἐπιστολικὸν δελτάριον.
ὁ περίπατος.
τὸ δημαρχεῖον.*
ἡ ὁδός.
τὸ προάστειον.
τὸ πανεπιστήμιον.*
τὸ γραμματοκιβώτιον.*
τὸ στυπόχαρτον.*
τὸ τηλεγράφημα.*
τηλεγραφικῶς.*
τὸ μέλαν.
τὸ μελανοδοχεῖον.
τὸ περικάλυμμα.

ἡ ψήκτρα.
ὁ κάδος.
τὸ παραθύριον.
τὸ κωδώνιον.
κωδωνίζειν.
ξύλα, ἄνθρακες.
τὰ ἔπιπλα.
ἡ ἑστία.
τὸ κλειδοκύμβαλον.*
ἡ αἴθουσα.
ὁ κοιτών.
ἡ σκευοθήκη.
ἡ ἱματιοθήκη.
τὸ γραφεῖον.
τὰ θειαφοκέρια.*
ὁ σήπων (σάπων).
τὸ ἀνάκλιντρον.
ἡ κλῖμαξ, τὸ ἀνάβαθρον.
τὸ παραπέτασμα.
ἡ λεκάνη. ἡ κόγχη.
ὁ νιπτήρ.
τὸ δωμάτιον.
τὸ κλειδίον.
ἡ ὀδοντογλυφίς.*

(ἡ) κυριακή.
ἡ δευτέρα.
ἡ τρίτη.
ἡ τετάρτη.
ἡ πέμπτη.
(ἡ) παρασκευή.
(τὸ) σάββατον.

ὁ αὐτοκράτωρ.
Γερμανία.
οἱ Γερμανοί.
Αὐστρία.*
Οὐγγαρία.*
Ἀγγλία.*
οἱ Ἄγγλοι.*
Ῥωσία.*
οἱ Ῥῶσοι.*
Γαλλία.
οἱ Γάλλοι.
Δανία.*
Ἰταλία.
Ἱσπανία.
Τουρκία.*
Βερόλινον.*
Βιέννη.*
Πετρούπολις.*
Παρίσιοι.*
Λόνδινον.
τὸ συνέδριον.
ὁ πρίγκιψ Βίσμαρκ.
οἱ νέοι τῆς Γερμανίας ζήτωσαν καὶ χαιρέτωσαν καὶ ἐρρώσθωσαν!

Friday, March 18, 2016

Παροιμίαι

SNGCop 039
Τετράδραχμον τῶν Ἀθηνῶν ἔχον τὴν θεόν τε καὶ τὴν γλαῦκα.
Παράφρασις τῶν παροιμιῶν, τῶν ἐν τῷ ἑξηκοστῷ καὶ πέμπτῳ διδάγματι.
Μὴ ὀργίσθῃς.
Μαχομένοιν δυοῖν ἀκούσας, κρίνον.
Πολλαὶ γὰρ αἱ ἐν ταῖς Ἀθήναις γλαῦκες, ἰεραὶ τῇ θεῷ οὖσαι.
Φυλασσώμεθα ἵνα σῳζώμεθα.
Μὴ φροντίζει περὶ τῶν ἐμῶν.
Οὗτος οὕτω μισεῖ τοὺς ἀνθρώπους ὥστε ἔοικε τῷ Τιμῶνι, τῷ ἐν Ἀθήναις μισανθρώπῳ.
Μανθάνομεν διὰ τῆς δυστυχίας.
Οὕτως ἀσθενὴς καὶ μαλακὸς ὡς οἱ Μυσοί.
Ὁ Ἀριστοφάνης ἐνόμιζε τοὺς ἀγαθοὺς ὀλίγους εἶναι.
Ὁμοία παροιμία λέγει ὅτι ἀεὶ τὸν ὅμοιον ἄγει θεὸς πρὸς  ὅμοιον.
Πολλοὶ φίλοι δοκοῦσιν εἶναι τῷ πλουσίῳ.
Μὴ πειράσῃ δεινότατόν τι.
Οὕτω κακός ἐστιν ὁ ἄνθρωπος ὡς δραχμὴ οὐκ ὀρθῶς κεκομμένη. Εὑρίσκεται δ'ἐν Πλούτῳ.
Μεγάλη μὲν ἡ ὑπόσχεσις, μικρὸν δὲ τοὔργον.
Ἄχρηστον τοὔργον. Εὑρίσκεται δ'ἐν τῇ κωμῳδίᾳ τῶν Σφεκῶν.
Ἡ ἀρχὴ τοῦ ἔργου ἐστὶ πλεῖστον.

Ἀνάγνωσις τοῦ ξε' διδάγματος


μὴ σεαυτὸν ἔσθιε, ὦ 'γαθέ!
πρὶν ἂν ἀμφοῖν μῦθον ἀκούσῃς, οὐκ ἂν δικάσαις.
τίς γλαῦκ' Ἀθήναζε ἤγαγεν;
ἡ (γὰρ) εὐλάβεια πάντα σῴζει.
μία χελιδὼν ἔαρ οὐ ποιεῖ.
μὴ τὸν ἐμὸν οἴκει οἶκον!
Τίμων καθαρός!
ὁ Διὸς Κόρινθος!
ἰδοὺ ἡ Ῥόδος, ἰδοὺ καὶ τὸ πήδημα!
Μυσῶν ἔσχατος!
ὀλίγον τὸ χρηστόν ἐστιν.
ἧλιξ ἥλικα τέρπει.
οὔτε θέομεν οὔτ' ἐλαύνομεν.
ἅπαντα (γὰρ) τῷ πλουτεῖν ὑπήκοα.
ζεῖ χύτρα, ζῇ φιλία.
μή ἐπιχειρήσῃς λέοντα ξυρεῖν.
παθὼν δέ τε νήπιος ἔγνω. - παθήματα μαθήματα.
πάλαι ποτ' ἦσαν ἄλκιμοι Μιλήσιοι.
πατρὶς γάρ ἐστι πᾶσ' , ἵν' ἂν πράττῃ τις εὖ.
ἐστὶ τοῦ πονηροῦ κόμματος.
ὤδινεν ὄρος, εἶτα μῦν ἀπέτεκεν.
λίθον ἕψεις.
πλέον θάτερον ποιεῖν.
σπεῦδε βραδέως!
πλέον ἥμισυ παντός!

Παμμέγιστον.

Josef Wagner-Höhenberg Die Skatpartie
Τρεῖς Γερμανοὶ παίζουσι παιδιάν.
Τὸ παμμέγιστόν ἐστι τρόπος τοῦ τὴν παιδειὰν παίζειν. Ἡμεῖς δὲ διὰ τοῦτο μανθάνομεν ἄλλας χρηστὰς φράσεις. Ἀκούωμεν οὖν τὸ ἑξηκοστὸν καὶ τετάρτον δίδαγμα.

Ἀνάγνωσις τοῦ ξδ' διδάγματος


τὸ παμμέγιστον.
A. τίς ὁ διαδώσων;
B. αὐτὸς σύ.
Γ. ὁ ἀεὶ ἐρωτῶν.
B. δός τι δῆτ' ἐμοί· οὐδὲν γαρ πώποτ' ἔλαβον ἔγωγε τῇδε τῇ ἑσπέρᾳ!
Γ. ἐμὸν τὸ ἐρωτᾶν. τὰ φυλλεῖα αὐτὰ καθ' αὐτά!
B. ἔχω ἔγωγε!
Γ. τὸ μηδέν;
B. καὶ τοῦτό γε.
Γ. παραχωρῶ ἔγωγε.
A. κἀγώ.
B. τὸ παμμέγιστον.
B. ἐμὸν τὸ ἐξάρχειν. ἰδού. ἀπόδοτε δὴ τοὺς κρατίστους!
Γ. οὐ δυνατὸς ἐγὼ μὰ Δία ὑπὲρ τοῦτον.
A. τί φῄς;
B. βαβαιάξ! ἀπόκειται ὁ παγκράτιστος! ἰδού!
Γ. ἐς κόρακας!
A. Ἄπολλον ἀποτρόπαιει!
Γ. οἴμοι κακοδαίμων!
A. ὦ Ζεῦ βασιλεῦ! οὐκ ἄρ' ἔχεις οὐδέν;
Γ. ἀλλὰ τοῦτό γε γίγνεται ἡμῖν. νῦν δ' ὁ καιρὸς ἐπιδοῦναι!
B. μὴ δῆτα - οὐ γὰρ ἔστι λαλεῖν τῷ παίζοντι.
Γ. ἰδοὺ καὶ τοῦτο ἡμῖν!
τὸ μέσον καλῶς τετμήκαμεν!
A. ἕξομεν ἔτι πολλῷ πλέον, ὦ τάν.
B. οὐκ ἄλλ' οὐδὲ ἕν. ἐμὰ γὰρ τὰ λοιπά!
A καὶ Γ. οὐδὲν λέγεις! - μὰ τὸν Δί' οὐ τοίνυν!
A. πῶς ἄρ' οὖν ἐπὶ ταῦτα ἦλθες; ἐμέλλομεν γάρ τοι σφοδρῶς ὑπερέχειν!
ἐγὼ δὲ κάθημαι οὕτω πάντα τὰ φυλλεῖα ἔχων.
Γ. ἄληθες; τί δὴ παθὼν οὐχ ὑπερέβαλες σύ; εὖ γὰρ ἐποίησα ἔγωγε. - σὺ δὲ τούτου αἴτιος!
B. παμμέγιστον τοῦτ' ἦν μετὰ τεττάρων! ἑξήκοντα. τίς ὁ διαδώσων;