Friday, July 3, 2015

<Π>ερὶ τῆς Λύρας

DSC00355 - Orfeo (epoca romana) - Foto G. Dall'Orto
Ὁ Ἑρμὴς ἐποίησε τὴν λύραν παρασκευάσας τῇ τε χελώνῃ  καὶ ταῖς τοῦ Ἀπόλλωνος βουσίν. Ὁ δὲ Ἀπόλλων ἔδωκεν αὐτὴν τῷ Ὀρφεῖ, τῷ τῆς Μούσης Καλλιόπης υἱῷ. Οὕτως   ᾔδον ὁ Ὀρφεὺς ὥσπερ οὐ μονον οἱ ἄνθρωποι ἐπέμενον ἀκουούντες αὐτοῦ, ἀλλὰ καὶ πάντα τὰ ζῷα.
Getty Villa - Collection (5305291226)
Ὁ δ'Ὀρφεὺς πολὺ ἐτίμα τὸν μὲν Ἀπόλλωνα ὡς φαινόμενον τὸν ἣλιον, τὸν δὲ Διόνυσον οὔ. Προσεδόκα μὲν ὁ Ὀρφεὺς τὴν τοῦ ἡλίου ἀνατολὴν ἐπὶ τοῦ Παγγαίου ὄρους. Ὁ δὲ Διόνυσος, φθόνος ὤν, ἐκέλευσε τὰς Μαινάδας ἀποκτεῖναι αὐτόν.
Nymphs finding the Head of Orpheus
Ἔπειτα τὰ μὲν τοῦ ταλαιπώρου Ὀρφέως μέλη διεσπάσθη ὑπὸ ἐκείνων τῶν κακῶν γυναικῶν. Αἱ δὲ Μοῦσαι, συλλέξασαι, ἐν ταφῇ πενθοῦσαι κατέθηκαν αὐτά.

Sidney Hall - Urania's Mirror - Lacerta, Cygnus, Lyra, Vulpecula and Anser
Ὁ δὲ Ζεὺς λαβὼν τὴν  λύραν ἐν τοῖς ἄστροις ἀνέστηκεν ἵνα μνημεῖον τῷ Ὀρφεῖ εἴη. Ὥσπερ γὰρ ὁ Ὀρφεὺς ἀπέθανεν, οὕτως ὁ αστερισμὸς αὐτοῦ δύεται.

Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων

Αὕτη ἐνάτη κεῖται καί ἐστι Μουσῶν· κατασκευάσθη δὲ τὸ μὲν πρῶτον ὑπὸ Ἑρμοῦ ἐκ τῆς χελώνης καὶ τῶν Ἀπόλλωνος βοῶν· ἔσχε δὲ χορδὰς ἑπτὰ ἢ ἀπὸ τῶν ζ πλανητῶν ἢ τῶν Ἀτλαντίδων· μετέλαβε δ' αὐτὴν Ἀπόλλων καὶ συναρμοσάμενος ᾠδὴ<ν Ὀρφεῖ> παρέδωκεν, <ὃς Καλλιόπης υἱὸς ὤν>, μιᾶς τῶν Μουσῶν, ἐποίησε τὰς χορδὰς <ἐννέα> ἀπὸ τοῦ τῶν Μουσῶν ἀριθμοῦ καὶ προήγαγεν ἐπὶ πλέον <ἐν> τοῖς ἀνθρώποις [οὕτω] δοξαζόμενος οὕτως ὥστε <καὶ ὑπόληψιν> ἔχειν περὶ αὐτοῦ τοιαύτην, ὅτι καὶ τὰς πέτρας καὶ τὰ θηρία ἐκάλειν διὰ τῆς ᾠδῆς· διὰ δὲ τὴν γυναῖκα εἰς Ἃιδου καταβὰς καὶ ἰδὼν τὰ ἐκεῖ οἷα ἦν τὸν μὲν Διόνυσον οὐκ ἐτίμα, ὑφ' οὗ ἦν δεδοξασμένος, τὸν δὲ Ἣλιον μέγιστον τῶν Θεῶν ἐνόμισεν, ὃν καὶ Ἀπόλλωνα προσηγόρευσεν· ἐπεγειρόμενός τε τὴν νύκτα κατὰ τὴν ἑωθινὴν ἐπὶ τὸ ὄρος τὸ καλούμενον Πάγγαιον <ἀνιὼν> προσέμενε τὰς ἀνατολάς, ἵνα ἴδῃ <τὸν Ἣλιον> πρῶτον· ὅθεν ὁ Διόνυσος ὀργισθεὶς αὐτῷ ἔπεμψε τὰς Βασσαρίδας, ὥς φησιν Αἰσχύλος ὁ τῶν τραγῳδιῶν ποιητής· αἳ διέσπασαν αὐτὸν καὶ τὰ μέλη ἔῥῥιψαν χωρὶς ἕκαστον· αἱ δὲ Μοῦσαι συναγαγοῦσαι ἔθαψαν ἐπὶ τοῖς καλουμένοις Λειβήθροις. <τὴν δὲ λύραν οὐκ ἔχουσαι ὅτῳ δώσειν τὸν Δία ἠξίωσαν καταστερίσαι, ὅπως ἐκείνου τε καὶ αὐτῶν μνημόσυνον τεθῇ ἐν τοῖς ἄστροις>· τοῦ δ' ἐπινεύσαντος οὕτως ἐτέθη· ἐπισημασίαν δὲ ἔχει ἐπὶ τῷ ἐκείνου <συμπτώματι δυομένη καθ' ὥραν>. Ἔχει δ' ἀστέρας ἐπὶ τῶν κτενῶν ἑκατέρων ὤμων ἕνα· ἐφ' ἑκάστου πήχεως ἕνα· ἐπ' ἀκρότητι ὁμοίως ἕνα· ἐφ' ἑκατέρων ὤμων ἕνα· ἐπὶ ζυγοῦ ἕνα· ἐπὶ τοῦ πυθμένος ἕνα, λευκὸν καὶ λαμπρόν· τοὺς πάντας ἐννέα.

4 comments:

  1. Χοιρίσκος08 July, 2015 10:07

    Χαιρε Βεδεουρε,

    αρα ου κρειτον αν ειη ειπειν «χρησαμενος» αντι του «χρησάμεναν» εν «
    Ὁ Ἑρμὴς ἐποίησε τὴν λύραν *χρησάμεναν* τῇ τε χελώνῃ καὶ ταῖς τοῦ Ἀπόλλωνος βουσίν.»;

    Και δη και αρα υπαρχει η μορφη «χρησάμεναν», αρα ου λεγεται «χρησαμένην»;

    ἔρρωσο

    ReplyDelete
  2. Πολλὴν χάριν ἔχω σοι, ὦ Χοιρίσκε. Ἥμαρτον γάρ. Νομίζω δὲ ὅτι "χρήσασ" ἄμεινόν ἐστιν. Ἆρα ἄρεσκεί σοι; Ἔρρωσο.

    ReplyDelete
    Replies
    1. Χοιρίσκος08 July, 2015 13:37

      Δια τι "χρήσασ";

      το ρημα εστι «χράομαι» -- Ρωμαιστι uti, «ἐχρησάμην» ων ο αοριστος, η μετοχη ουν «χρησαμενος», αρ' ουκ;

      «χρήσας» φαινεται μοι σημαινειν "having lended" Αγγλιστι.

      Delete
    2. Φανερόν γε. Οὐ γὰρ ἐδανείσεν ὁ Ἀπόλλων, ἀλλὰ παρεσκεύασε. Αὖθις οὖν εὐχαριστῶ σοι. Ἔρρωσο.

      Delete

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.