Saturday, July 11, 2015

Περὶ τοῦ Ὄρνιθος / Κύκνου

Ramnous003
Τούτῳ τῷ παλαιῷ τῆς Ἀττικῆς δήμῳ ὄνομά ἐστι Ῥαμνοῦς. Πολλαὶ γὰρ ῥάμνοι ἦσαν ἐν τῷ Ῥαμνοῦντι. Ἐκεῖ  δὲ Νέμεσις, καλὴ παρθένος οὖσα,  ᾠκει.
 Φεύγουσα μὲν ἀπὸ τοῦ Διὸς ἐρῶντος, ἡ Νέμεσις μετεμορφώθη εἰς κύκνον. Ὁ δὲ Ζεύς, κυκνὸς αὐτὸς γενόμενος, συνέμιξε τότε αὐτῇ. 

NAMA 19447 Birth of Helen 1
Ἡ οὖν Νέμεσις οὐκ ἔτεκε βρέφος ἀλλὰ ᾠόν, ἐξ οὗ ἐγεννήθη ἡ καλλίστη πασῶν τῶν γυναικῶν, ἡ Ἑλένη. Ὁρᾶτε δὲ ἐν τῇ τούτου τοῦ κώθωνος δεξιᾷ τὴν μικρὰν Ἑλένην ἐκ τοῦ ᾤου ἐξιοῦσαν, τοῦ Διὸς ὑπερπετομένου αἐτῷ ἐοικότος. 
Sidney Hall - Urania's Mirror - Lacerta, Cygnus, Lyra, Vulpecula and Anser
Καὶ ὁ Ζεὺς ἔθηκε τὸν τοῦ ὄρνιθος τύπον ἐν τοῖς ἄστροις. Ὁ δὲ κύκνος φαίνεται ἱπταμένος.
Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων

Περὶ τοῦ Ὄρνιθος Οὗτος ὁ μέγας καλεῖται, ὃν Κύκνῳ εἰκάζουσιν· τούτῳ Ζεὺς ὁμοιωθεὶς κατέπτη εἰς Ῥαμνοῦντα τῆς Ἀττικῆς, κἀκεῖ Νέμεσιν ἔφθειρεν· ἐκείνη δὲ ᾠὸν ἔτεκεν, ἐξ οὗ γεννηθῆναι, ὡς Κρατῖνος ἱστόρησε, τὴν Ἑλένην· διὰ δὲ τὸ μὴ μεταμορφωθῆναι ἀλλ' οὕτως εἰς οὐρανὸν ἀναπτῆναι τὸν τύπον τοῦ κύκνου ἔχοντα τοῦτον καὶ ἔθηκεν ἐπὶ τῶν ἄστρων διιπτάμενον. Κύκνου Οὗτός ἐστιν ὁ καλούμενος μέγας, ὃν κύκνῳ εἰκάζουσιν· λέγεται δὲ τὸν Δία ὁμοιωθέντα τῷ ζῴῳ τούτῳ Νεμέσεως ἐρασθῆναι, ἐπεὶ αὐτὴ πᾶσαν ἤμειβε μορφήν, ἵνα τὴν παρθενίαν φυλάξῃ, καὶ τότε κύκνος γέγονεν· οὕτω καὶ αὐτὸν ὁμοιωθέντα τῷ ὀρνέῳ τούτῳ καταπτῆναι εἰς Ῥαμνοῦντα τῆς Αττικῆς, κἀκεῖ τὴν Νέμεσιν φθεῖραι· τὴν δὲ τεκεῖν ᾠόν, ἐξ οὗ ἐκκολαφθῆναι καὶ γενέσθαι τὴν Ἑλένην, ὥς φησι Κρατῖνος ὁ ποιητής. καὶ διὰ τὸ μὴ μεταμορφωθῆναι αὐτόν, ἀλλ' οὕτως ἀναπτῆναι εἰς τὸν οὐρανόν, καὶ τὸν τύπον τοῦ κύκνου ἔθηκεν ἐν τοῖς ἄστροις· ἔστι δὲ ἱπτάμενος οἷος τότε ἦν. ῎Εχει δὲ ἀστέρας ἐπὶ μὲν τῆς κεφαλῆς λαμπρὸν α, ἐπὶ τοῦ τραχήλου λαμπρὸν α, ἐπὶ τῆς δεξιᾶς πτέρυγος ε, <ἐπὶ τῆς ἀριστερᾶς ε>, ἐπὶ τοῦ σώματος α, ἐπὶ τοῦ ὀρθοπυγίου α, ὅς ἐστι μέγιστος· <τοὺς πάντας ιδ>.

3 comments:

  1. Χοιρίσκος16 July, 2015 14:53

    η εμη διδασκαλος η της βιολογιας γνωμηι ην ιδιαι περι τω δια τι ο Ζευς εν τωι μυθωι περι της Ληδης μετεμορφωσατο εαυτον εις κυκνον, και ουκ εν αλλον τινα ορνιθον. Κατ' αυτην ουτως εποιησε οτι κυκνος εστιν μονος ορνιθος εχων πεος.

    ReplyDelete
    Replies
    1. Χοιρίσκος17 July, 2015 10:35

      ημαρτον μαλιστα γραφων, εδεησε γραψαι (ει μη αυθις σφαλλομαι): «περι του», «εις αλλον τινα ορνιθα», «μονος ορνις».

      Delete
  2. Καὶ ἐγὼ τὸ αὐτὸ σφάλμα ἐποίησα. Ἀλλὰ μὴ φρόντιζε, ὦ φίλε. Μόνον γὰρ οἱ μηδέποτε Ἑλληνιστὶ γράφοντες οὐδὲν ἁμάρτημα ποιοῦσιν.

    ReplyDelete

Γράψετε μόνον ἑλληνιστί, παρακαλῶ.