Friday, June 5, 2015

Κριοῦ

Affreschi romani - Pompei - Frisso ed Elle
Ἡ Νεφέλη,  τοῦ τε Φρίξου καὶ τῆς Ἕλλης μήτηρ οὖσα, ἔδωκε σφῖν κριόν τινα πετόμενον, ἵνα ἀπενέγκοι τὼ παῖδε. Ὁ δὲ κριὸς χρυσοῦς ἦν τὴν δοράν. Φεῦ, φεῦ. Ἡ γὰρ Ἕλλη ἀποπίπτει ἀπὸ τοῦ κριοῦ εἰς τὴν θάλασσαν τὴν μεταξὺ τῆς Ἑλλάδος καὶ τῆς Ἀσίας. Διὸ ἐκείνη ἡ θάλασσα ὀνομάζεται Ἑλλήσποντος. 


Sidney Hall - Urania's Mirror - Aries and Musca Borealis
Ἔπειτα ἡ μὲν Ἕλλη, μιχθεῖσα τῷ Ποσειδῶνι, ἔτεκε παῖδα ὀνόματι Παίωνα. Ὁ δὲ Φρίξος,  παρὰ τῷ Αἰήτῃ ἐληλυθώς, ἐξέδυσε τὴν τοῦ κριοῦ δορὰν ἵνα δοίη τῷ Αἰήτῃ. Ὁ δὲ κριὸς εἰς τὸν οὐρανὸν ἐπετέθη.

Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων

Οὗτος ὁ Φρίξον διακομίσας καὶ Ἓλλην· ἄφθιτος δὲ ὢν ἐδόθη αὐτοῖς ὑπὸ Νεφέλης τῆς μητρός· εἶχε δὲ χρυσῆν δοράν, ὡς Ἡσίοδος καὶ Φερεκύδης εἰρήκασιν· διακομίζων δ' αὐτοὺς κατὰ τὸ στενώτατον τοῦ πελάγους, τοῦ ἀπ' ἐκείνης κληθέντος Ἑλλησπόντου, ἔῥῥιψεν αὐτὴν [καὶ τὸ κέρας ἀπολέσας]. Ποσειδῶν δὲ σώσας τὴν Ἓλλην καὶ μιχθεὶς ἐγέννησεν ἐξ αὐτῆς παῖδα ὀνόματι Παίωνα, τὸν δὲ Φρίξον εἰς τὸν Εὔξεινον πόντον σωθέντα πρὸς Αἰήτην διεκόμισεν· ᾧ καὶ ἐκδὺς ἔδωκε τὴν χρυσῆν δοράν, ὅπως μνημόσυνον ἔχῃ· αὐτὸς δὲ εἰς τὰ ἄστρα ἀπῆλθεν· ὅθεν ἀμαυρότερον φαίνεται. Ἔχει δὲ ἀστέρας ἐπὶ τῆς κεφαλῆς α, ἐπὶ τῶν μυκτήρων γ, ἐπὶ τοῦ τραχήλου β, <ἐπ'> ἄκρου ἐμπροσθίου ποδὸς λαμπρὸν α, <ἐπὶ> ῥάχεως δ, <ἐπὶ> κέρκου α, ὑπὸ τὴν κοιλίαν γ, ἐπὶ τοῦ ἰσχίου α, ἐπ' ἄκρου ὀπισθίου ποδὸς α· τοὺς πάντας ιζ.

No comments:

Post a Comment

Γράψετε μόνον ἑλληνιστί, παρακαλῶ.