Friday, May 29, 2015

Ἵππου

Hippocrenesource
Οἱ μέν φασιν τούτον τὸν ἵππον ποιῆσαι τῇ ὁπλῇ τὴν κρήνην ἐπὶ τοῦ ὄρους ὃ καλεῖται Ἑλικών. 
Pelike Bellerophon Louvre G535
Ὁὶ δὲ νομίζουσιν ὅτι οὗτός ἐστιν ὁ Πήγασος ὁ τὸν Βελλεροφόντην φέρων. Ἀλλὰ διὰ τί ὁ ἵππος οὐκ ἔχει τὰς πτέρυγας; 
Sidney Hall - Urania's Mirror - Pegasus and Equuleus (best currently available version - 2014)
Ὁ δ'Εὐριπίδης ἐξηγεῖται τὸν ἵππον εἶναι τὴν τοῦ κενταύρου Χείρωνος θυγατέρα, ᾗ ὄνομα Ἵππη. Ἀπὸ δὲ τοῦ Αἰολίου θεοῦ   ὑβρισθῆναι, ἐν γαστρὶ ἔχουσαν καὶ εἰς τὰ ὄρη φυγοῦσαν, τοὺ πατρὸς ἐλθόντος, διὰ τῶν εὐχῶν αὐτῆς εἰς ἵππον διαλλαχθῆναι. 

Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων

Τούτου μόνον τὰ ἔμπροσθεν φαίνεται ἕως ὀμφαλοῦ. Ἂρατος μὲν οὖν φησι τὸν ἐπὶ τοῦ Ἑλικῶνος εἶναι ποιήσαντα κρήνην τῇ ὁπλῇ, ἀφ' οὗ καλεῖσθαι Ἳππου κρήνην· ἄλλοι δὲ τὸν Πήγασον εἶναί φασι τὸν εἰς τὰ ἄστρα ἀναπτάντα ὕστερον τῆς Βελλεροφόντου πτώσεως· διὰ δὲ τὸ μὴ ἔχειν πτέρυγας ἀπίθανον δοκεῖ τισι ποιεῖν τὸν λόγον. Εὐριπίδης δέ φησιν ἐν Μελανίππῃ Ἳππην εἶναι τὴν τοῦ Χείρωνος θυγατέρα, ὑπ' Αἰόλου δὲ ἀπατηθεῖσαν φθαρῆναι καὶ διὰ τὸν ὄγκον τῆς γαστρὸς φυγεῖν εἰς τὰ ὄρη, κἀκεῖ ὠδινούσης αὐτῆς τὸν πατέρα ἐλθεῖν κατὰ ζήτησιν, τὴν δ' εὔξασθαι καταλαμβανομένην πρὸς τὸ μὴ γνωσθῆναι μεταμορφωθῆναι καὶ γενέσθαι ἵππον. διὰ γοῦν τὴν εὐσέβειαν αὐτῆς τε καὶ τοῦ πατρὸς ὑπ' Ἀρτέμιδος εἰς τὰ ἄστρα τεθῆναι, ὅθεν τῷ Κενταύρῳ οὐχ ὁρατή ἐστιν· Χείρων γὰρ λέγεται εἶναι ἐκεῖνος. τὰ δὲ ὀπίσθια μέρη αὐτῆς ἀφανῆ ἐστι πρὸς τὸ μὴ γινώσκεσθαι θήλειαν οὖσαν. Ἔχει δὲ ἀστέρας ἐπὶ τοῦ ῥύγχους β ἀμαυρούς, ἐπὶ τῆς κεφαλῆς α, ἐπὶ τῆς σιαγόνος α, ἐφ' ἑκατέρῳ ὠτίῳ ἀμαυρὸν α, ἐπὶ τῷ τραχήλῳ δ, ὧν τὸν πρὸς τῇ κεφαλῇ λαμπρότερον, ἐπὶ τοῦ ὤμου α, <ἐπὶ> στήθους α, ἐπὶ ῥάχεως α, ἐπ' ὀμφαλοῦ ἔσχατον α λαμπρόν, ἐπ' ἐμπροσθίων γονάτων β, ἐφ' ἑκατέρας ὁπλῆς α· <τοὺς πάντας ιη>.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.