Saturday, April 4, 2015

Παρθένου

Aias Kassandra Louvre G458
Ἡ Δίκη  θυγάτηρ τοῦ Διὸς καὶ τῆς Θέμιδος οὖσα πρῶτον ᾤκει μετὰ τῶν ἄνθρώπων.  Ἔπειτα μὲν πόλεμοι καὶ ἀδικία ἐγένοντο, ἡ δὲ Δίκη  ἀνεχώρησεν ἐπὶ τὰ ὄρη. Τελὸς δ' οὔ μᾶλλον τὴν ἀνθρωπίνην ὕβριν φέρουσα ἀνῆλθε εἰς τοὺς οὐρανούς. Ἐν δὲ ταύτῃ τῇ Ἀττικῇ κύλικι θεωροῦμεν τὸν Αἴαντα ὑβρίζοντα τὴν Κασσάνδραν.

Sidney Hall - Urania's Mirror - Virgo
Ἡ δὲ παρθένος ἔχει στάχυν ἐν τῇ χειρί. Διόπερ ἄλλοι μὲν νομίζουσιν αὐτὴν εἶναι τὴν Δήμητρα, τὴν τῶν ἀγρῶν θεάν.  Ἂλλοι δ' ἄλλην θεάν. 
Getreide
Τί ἐστι στάχυς; Ἴδετε δὴ τρεῖς στάχυας· ἕνα τῆς κριθῆς καὶ ἕνα τοῦ πυροῦ καὶ ἕνα τῆς σικάλεως. Καὶ στάχυς ἐστὶν ὄνομα τῷ λαμπροτάτῳ ἀστέρι ἐν τῷ τῆς Παρθένου ἀστερισμῷ. 



Ταύτην Ἡσίοδος ἐν Θεογονίᾳ εἴρηκε θυγατέρα Διὸς καὶ Θέμιδος, καλεῖσθαι δὲ αὐτὴν Δίκην· λέγει δὲ καὶ Ἂρατος παρὰ τούτου λαβὼν τὴν ἱστορίαν ὡς οὖσα πρότερον ἀθάνατος καὶ ἐπὶ τῆς γῆς σὺν τοῖς ἀνθρώποις ἦν καὶ ὅτι Δίκην αὐτὴν ἐκάλουν· μεταστάντων δὲ αὐτῶν καὶ μηκέτι τὸ δίκαιον συντηρούντων, οὐκέτι σὺν αὐτοῖς ἦν, ἀλλ' εἰς τὰ ὄρη ὑπεχώρει· εἶτα στάσεων καὶ πολέμων αὐτοῖς ὄντων [διὰ] τὴν παντελῆ αὐτῶν ἀδικίαν ἀπομισήσασαν εἰς τὸν οὐρανὸν ἀνελθεῖν. λέγονται δὲ καὶ ἕτεροι λόγοι περὶ αὐτῆς πλεῖστοι· οἱ μὲν γὰρ αὐτήν φασιν εἶναι Δήμητρα διὰ τὸ ἔχειν στάχυν, οἱ δὲ Ἲσιν, οἱ δὲ Ἀταργάτιν, οἱ δὲ Τύχην, διὸ καὶ ἀκέφαλον αὐτὴν σχηματίζουσιν. ῎Εχει δὲ ἀστέρας ἐπὶ τῆς κεφαλῆς α ἀμαυρόν, <ἐφ'> ἑκατέρῳ ὤμῳ α, <ἐν> πτέρυγι ἑκατέρᾳ β, ὁ δ' ἐν τῇ δεξιᾷ πτέρυγι <μεταξὺ> τοῦ τε ὤμου καὶ τοῦ ἄκρου τῆς πτέρυγος Προτρυγητὴρ καλεῖται, <ἐπ'> ἀγκῶνος ἑκατέρου α, <ἐπὶ> χειρὸς ἄκρας ἑκατέρας α, ὁ δ' ἐπὶ τῆς εὐωνύμου λαμπρὸς καλεῖται Στάχυς, ἐπὶ τῆς πέζης τοῦ χιτῶνος <ἀμαυροὺς ς>, *** ἀμαυρὸν α, ἐφ' ἑκατέρου ποδὸς α· οἱ πάντες κ.

2 comments:

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.