Saturday, February 21, 2015

Δράκοντος

Hera vestita da sposa, spinta da iride verso zeus, 9559
Ἐν τούτῳ τῷ πίνακι θεᾶσθε τὴν Ἥραν ὑπὸ τοῦ Διὸς γαμοῦσαν. Κατὰ δὲ Φερεκύδην τὸν φιλόσοφον, πάντων τῶν θεῶν δῶρα αὐτῇ διδόντων,  ἡ Γῆ χρυσᾶ μῆλα τἦ Ἥρᾳ προσήνεγκεν. 

Frederic Leighton - The Garden of the Hesperides, 1892
Ἡ οὖν θεὸς λίαν τῷ δώρῳ χαρεῖσά τε καὶ ἐν τῷ τῶν Ἑσπερίδων κήπῳ πῆξαι εἰποῦσα,  ἐκέλευσε  τὰς τρεῖς νύμφας φυλάττειν τὸ δένδρον. Ἐπείδη αἱ παρθένοι ἐνίοτε μῆλον ἓν ἤσθιον, ἡ Ἥρα ἔθηκε καὶ μέγαν ὄφιν ὥστε τοῦ κήπου φύλακα εἶναι. 


Giambologna - Hercules and the Dragon Ladon - Walters 54695
Τέλος μὲν ὁ Ἡρακλῆς,  τὰ χρυσᾶ μῆλα ἐπιθυμῶν καὶ δεινῶς μαχεσάμενος,   ἀπέκτεινε τὸν δράκοντα..  Νῦν δὲ ἄμφω ἐν τοῖς οὐρανοῖς κεῖσθον.

Sidney Hall - Urania's Mirror - Draco and Ursa Minor
Ὁ  μέγας τοῦ Δράκοντος ἀστερισμός
Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων


Οὗτός ἐστιν ὁ μέγας τε καὶ δι' ἀμφοτέρων τῶν Ἂρκτων κείμενος· λέγεται δὲ εἶναι ὁ τὰ χρύσεα μῆλα φυλάσσων, ὑπὸ δὲ ῾Ηρακλέους ἀναιρεθείς· ᾧ καὶ ἐν τοῖς ἄστροις τάξις ἐδόθη δι' Ἣραν, ἣ κατέστησεν αὐτὸν ἐπὶ τὰς Ἑσπερίδας φύλακα τῶν μήλων· Φερεκύδης γάρ φησιν, ὅτε ἐγαμεῖτο ἡ Ἣρα ὑπὸ Διός, φερόντων αὐτῇ τῶν Θεῶν δῶρα τὴν Γῆν ἐλθεῖν φέρουσαν τὰ χρύσεα μῆλα· ἰδοῦσαν δὲ τὴν Ἣραν θαυμάσαι καὶ εἰπεῖν καταφυτεῦσαι εἰς τὸν τῶν Θεῶν κῆπον, ὃς ἦν παρὰ τῷ Ἂτλαντι· ὑπὸ δὲ τῶν ἐκείνου παρθένων ἀεὶ ὑφαιρουμένων τῶν μήλων κατέστησε φύλακα τὸν ὄφιν ὑπερμεγέθη ὄντα· μέγιστον δὲ ἔχει σημεῖον· ἐπίκειται δὲ αὐτῷ Ἡρακλέους εἴδωλον, ὑπόμνημα τοῦ ἀγῶνος Διὸς θέντος ἐναργέστατον τῇ σχηματοποιίᾳ. ῎Εχει δὲ ἀστέρας ἐπὶ μὲν τῆς κεφαλῆς λαμπροὺς γ, ἐπὶ δὲ τοῦ σώματος ἕως τῆς κέρκου ιβ παραπλησίους ἀλλήλοις· [διεστὼς δὲ διὰ τῶν Ἂρκτων]. <τοὺς πάντας ιε>·

3 comments:

  1. Χαῖρε ὦ φίλε˙ δοκεῖ μοι τά σοι γεγραμμένα "χρυσῆ μῆλα" δεῖσθαι "χρυσᾶ μῆλα" ὀρθῶς γεγράφθαι.
    Χάριτάς σοι πλείστας ἀποδίδωμι διὰ τὸ τοῦτον τὸ θαυμαστότατον ἔργον διαπράττειν.
    Δανιήλ Γ. Κ. ἀφ᾿ Ἱσπανίας γραφόμενος
    :)

    ReplyDelete
  2. Χαῖρε, ὦ Δανιήλ. Μὰ τὸν Δία τε καὶ τὴν Ἥραν, ὀρθῶς λέγεις. Διόπερ χάριτε ἔχω σοι. :-) Οὐ γὰρ μόνον ὡς ἀγνὼς ἥμαρτον, ἀλλὰ ὅτι τόδε εὗρον ἐν τῷ τοῦ Περσέως τόπῳ. Ἔγραψα οὖν παρὰ τὸν τοῦ τόπου δεσπότην. Εὔχομαι δὲ καὶ σφᾶς διορθώσειν τὸ ἑαυτῶν σφάλμα. Ἔρρωσο.

    ReplyDelete
  3. Πάντως ὁμολογῶ, ὦ φίλε ˙ τοῖς φιλολόγοις προσήκει μάλιστα ἁμαρτήματα διορθῶσαι. Χαῖρε, καὶ συνέχοις ἂν πολὺν χρόνον τοῦτον τὸν ἥδιστον πόνον... ;)
    Δανιήλ Γ. Κ. ἀφ᾿ Ἱσπανίας ...

    ReplyDelete

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.