Ἐν τούτῳ τῷ πίνακι θεᾶσθε τὴν Ἥραν ὑπὸ τοῦ Διὸς γαμοῦσαν. Κατὰ δὲ Φερεκύδην τὸν φιλόσοφον, πάντων τῶν θεῶν δῶρα αὐτῇ διδόντων, ἡ Γῆ χρυσᾶ μῆλα τἦ Ἥρᾳ προσήνεγκεν. |
Τέλος μὲν ὁ Ἡρακλῆς, τὰ χρυσᾶ μῆλα ἐπιθυμῶν καὶ δεινῶς μαχεσάμενος, ἀπέκτεινε τὸν δράκοντα.. Νῦν δὲ ἄμφω ἐν τοῖς οὐρανοῖς κεῖσθον. |
Ὁ μέγας τοῦ Δράκοντος ἀστερισμός.
|
Χαῖρε ὦ φίλε˙ δοκεῖ μοι τά σοι γεγραμμένα "χρυσῆ μῆλα" δεῖσθαι "χρυσᾶ μῆλα" ὀρθῶς γεγράφθαι.
ReplyDeleteΧάριτάς σοι πλείστας ἀποδίδωμι διὰ τὸ τοῦτον τὸ θαυμαστότατον ἔργον διαπράττειν.
Δανιήλ Γ. Κ. ἀφ᾿ Ἱσπανίας γραφόμενος
:)
Χαῖρε, ὦ Δανιήλ. Μὰ τὸν Δία τε καὶ τὴν Ἥραν, ὀρθῶς λέγεις. Διόπερ χάριτε ἔχω σοι. :-) Οὐ γὰρ μόνον ὡς ἀγνὼς ἥμαρτον, ἀλλὰ ὅτι τόδε εὗρον ἐν τῷ τοῦ Περσέως τόπῳ. Ἔγραψα οὖν παρὰ τὸν τοῦ τόπου δεσπότην. Εὔχομαι δὲ καὶ σφᾶς διορθώσειν τὸ ἑαυτῶν σφάλμα. Ἔρρωσο.
ReplyDeleteΠάντως ὁμολογῶ, ὦ φίλε ˙ τοῖς φιλολόγοις προσήκει μάλιστα ἁμαρτήματα διορθῶσαι. Χαῖρε, καὶ συνέχοις ἂν πολὺν χρόνον τοῦτον τὸν ἥδιστον πόνον... ;)
ReplyDeleteΔανιήλ Γ. Κ. ἀφ᾿ Ἱσπανίας ...