Friday, May 6, 2016

Μῦθοι Αἰσώπειοι· ιγ', ιδ', ιε'

Αἴλουρος καὶ μύες

Steinhowel cat

Ὁ μὲν αἴλουρος πολλοὺς μύας κατέφαγεν. Οἱ δὲ λοιποὶ μύες, φρόνιμοι γενόμενοι, οὐκέτι ἐπείσθησαν αὐτῷ.

Ἀνάγνωσις τοῦ ιγ' μύθου
Αἴλουρος καὶ ὄρνιθες

Gatto che azzanna pollo, anatre, pesci, uccelli e conchiglie, da casa del fauno a pompei, 9994, 03

Αἱ δ'ὄρνιθες καὶ σοφώτεραι τῶν μυῶν εἰσιν. Οὐδέποτε γὰρ πείθονται τῷ αἰλούρῳ  σχηματίζοντι ἰατρὸν εἶναι.

Αἲξ καὶ αἰγοβοσκός

Oregon goat herder

Πῶς δύναται ἡ αἲξ τὸ ἑαυτῆς κέρας ὑπὸ τοῦ αἰγοβοσκοῦ κεκλασμένον κρύπτειν; Φαίνεται γάρ.


Αἴλουρος καὶ μύες
Ἔν τινι οἰκίᾳ πολλοὶ μύες ἦσαν. Αἴλουρος δὲ τοῦτο γνοὺς ἦκεν ἐνταῦθα καὶ συλλαμβάνων ἕνα ἕκαστον κατήσθιεν. Οἱ δὲ μύες συνεχῶς ἀναλισκόμενοι κατὰ τῶν ὀπῶν ἔδυνον, καὶ ὁ αἴλουρος μηκέτι αὐτῶν ἐφικνεῖσθαι δυνάμενος, δεῖν ἔγνω δι' ἐπινοίας αὐτοὺς ἐκκαλεῖσθαι. Διόπερ ἀναβὰς ἐπί τινα πάσσαλον καὶ ἑαυτὸν ἐνθένδε ἀποκρεμάσας προσεποιεῖτο τὸν νεκρόν. Τῶν δὲ μυῶν τις παρακύψας, ὡς ἐθεάσατο αὐτὸν, εἶπεν· « Ἀλλ', ὦ οὗτος, σοί γε, κἂν θῦλαξ γένῃ, οὐ προσελεύσομαι. »
Ὁ λόγος δηλοῖ ὅτι οἱ φρόνιμοι τῶν ἀνθρώπων, ὅταν τῆς ἐνίων μοχθηρίας πειραθῶσιν, οὐκέτι αὐτῶν ταῖς ὑποκρίσεσιν [οὗτοι] ἐξαπατῶνται.
Aἴλουρος καὶ ὄρνιθες
Αἴλουρος ἀκούσας ὅτι ἔν τινι ἐπαύλει ὄρνεις νοσοῦσι, σχηματίσας ἑαυτὸν εἰς ἰατρὸν καὶ τὰ τῆς ἐπιστήμης πρόσφορα ἀναλαβὼν ἐργαλεῖα, παραγένετο, καὶ στὰς πρὸ τῆς ἐπαύλεως ἐπυνθάνετο αὐτῶν πῶς ἔχοιεν. Αἱ δὲ ὑποτυχοῦσαι· « Καλῶς, ἔφασαν, ἐὰν σὺ ἐντεῦθεν ἀπαλλαγῇς. »
Οὕτως καὶ τῶν ἀθρώπων οἱ πονηροὶ τοὺς φρονίμους οὐ λανθάνουσι, κἂν τὰ μάλιστα χρηστότητα ὑποκρίνωνται.
Αἲξ καὶ αἰγοβοσκός
Αἰγοβοσκὸς τὰς αἶγας ἀνεκαλεῖτο πρὸς τὴν μάνδραν. Μία δὲ ἐξ αὐτῶν ὑπελείφθη, ἡδύ τι βοσκομένη. Ῥίψας δ᾿ ὁ ποιμὴν πέτραν τὸ κέρας αὐτῆς κατέαξεν εὐστοχήσας. Ἐδυσώπει δὲ τὴν αἶγα μὴ εἰπεῖν τοῦτο τῷ δεσπότῃ. Ἡ δὲ εἶπεν· « Κἂν ἐγὼ σιωπήσω, πῶς κρύψω; πρόδηλον γάρ ἐστι πᾶσι τὸ κέρας μου κεκλασμένον. »
Ὅτι, τῆς αἰτίας προδήλου οὔσης, οὐ δυνατὸν ταύτην καλύψαι.

No comments:

Post a Comment

Γράψετε μόνον ἑλληνιστί, παρακαλῶ.