Friday, April 29, 2016

Μῦθοι Αἰσώπειοι· ι', ια', ιβ'

Ἀθηναῖος χρεωφειλέτης

"Ohl Little Dancer" (a Registered Red Wattle Hog) and her 13 piglets.


Χρὴ ὀφειλέτην τινὰ τὴν ὗν αὐτοῦ πωλεῖν ἱνα τὰ χρήματα τῷ δανειστῇ ἀποδιδῷ. Διόπερ ὑπισχνεῖται τὰ ἀδύνατα ὠνητῇ τινι.


Αἰθίοψ

Image from page 279 of "Omnia Andreae Alciati v.c. emblemata, cum commentariis, quibus emblematum aperta origine mens auctoris explicatur, & obscura omnia, dubiáque illustrantur Adiectae ad calcem Notae posteriores" (1589)

Οὐτε τὸ τοῦ δέρματος χρῶμα οὐτε τὴν φύσιν δυνατόν ἐστι μεταβάλλειν. Νῦν δὲ οἱ πολλοὶ νομίζουσι τοῦτο ἐξεῖναι.  


Αἴλουρος καὶ ἀλεκτρυών


Ὁ αἴλουρος ὑποκριτὴς ὢν βούλεται δίκαιος φαίνεσθαι πρὶν ἂν ἐσθίῃ τὸν ἀλεκτρυόνα. Ὁ μὲν κακῶς κατηγορεῖ, ὁ δὲ καλῶς ἀπολογεῖται. Τέλος δὲ ὁ αἴλουρος κατεσθίει τὸν ἀλεκτρυόνα. 




Ἀθηναῖος χρεωφειλέτης
Ἀθήνησι χρεωφειλέτης ἀνὴρ ἀπαιτούμενος ὑπὸ τοῦ δανειστοῦ τὸ χρέος τὸ μὲν πρῶτον παρεκάλει ἀναβολὴν αὐτῷ δοῦναι, ἀπορεῖν φάσκων. Ὡς δὲ οὐκ ἔπειθε, προσαγαγὼν ὗν ἣν εἶχε μόνην, παρόντος αὐτοῦ ἐπώλει. Ὠνητοῦ δὲ προσελθόντος καὶ διερωτῶντος εἰ τοκὰς ἡ ὗς εἴη, ἐκεῖνος ἔφη μὴ μόνον αὐτὴν τίκτειν, ἀλλὰ καὶ παραδόξως. Τοῖς μὲν γὰρ μυστηρίοις θήλεα ἀποκύειν, τοῖς δὲ Παναθηναίοις ἄρσενα. Τοῦ δὲ ἐκπλαγέντος πρὸς τὸν λόγον, ὁ δανειστὴς εἶπεν « Ἀλλὰ μὴ θαύμαζε. Αὕτη γάρ σοι καὶ Διονυσίοις ἐρίφους τέξεται. »
Ὁ λόγος δηλοῖ ὅτι πολλοὶ διὰ τὸ ἴδιον κέρδος οὐκ ὀκνοῦσιν οὐδὲ τοῖς ἀδυνάτοις ψευδομαρτυρεῖν.
Αἰθίοψ
Αἰθίοπά τις ὠνήσατο τοιοῦτον αὐτῷ τὸ χρῶμα εἶναι δοκῶν ἀμελείᾳ τοῦ πρότερον ἔχοντος. Καὶ παραλαβὼν οἴκαδε, πάντα μὲν αὐτῷ προσῆγε τὰ ῥύμματα, πᾶσι δὲ λούτροις ἐπειρᾶτο καθαίρειν. Καὶ τὸ μὲν χρῶμα μεταβάλλειν οὐκ εἶχε, νοσεῖν δὲ τῷ πονεῖν παρεσκεύασεν.
Ὁ μῦθος δηλοῖ ὅτι μένουσιν αἱ φύσεις ὡς προῆλθον τὴν ἀρχήν.
Πρὸς ἄνδρα αἰσχροκερδῆ μηδὲ θεῶν πεφροντικότα ὁ λόγος εὔκαιρος.
Αἴλουρος καὶ ἀλεκτρυών
Αἴλουρος, συλλαβὼν ἀλεκτρυόνα, μετ' εὐλόγου τοῦτον αἰτίας ἠβουλήθη καταφαγεῖν. Καὶ δὴ κατηγόρει αὐτοῦ ὡς ὀχληρὸς εἴη τοῖς ἀνθρώποις νύκτωρ κεκραγὼς καὶ μὴ συγχωρῶν ὕπνου τυγχάνειν. Τοῦ δ' ἀπολογουμένου ἐπὶ τῇ ἐκείνων ὠφελείᾳ τοῦτο ποιεῖν, ὡς ἐπὶ τὰ συνήθη τῶν ἔργων ἐγείρεσθαι, πάλιν ὁ αἴλουρος αἰτίαν ἐπέφερεν ὡς ἀσεβὴς εἴη περὶ τὴν φύσιν, μητρὶ καὶ ἀδελφαῖς συμμιγνύμενος. Τοῦ δὲ καὶ τοῦτο πρὸς ὠφέλειαν τῶν δεσποτῶν πράττειν φήσαντος, πολλῶν αὐτοῖς ἐντεῦθεν ὠῶν τικτομένων, ὁ αἴλουρος εἰπών· « Ἀλλ' εἰ σύ γε πολλῶν εὐπορεῖς εὐπροσώπων ἀπολογιῶν, ἔγωγε μέντοι ἄτροφος οὐ μενῶ », τοῦτον κατεθοινήσατο.
Ὁ μῦθος δηλοῖ ὅτι ἡ πονηρὰ φύσις πλημμελεῖν αἱρουμένη, εἰ μὴ μετ' εὐλόγου δυνηθείη προσχήματος, ἀπαρακαλύπτως γε μὴν πονηρεύεται.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.