Friday, July 13, 2018

Μῦθοι Αἰσώπειοι· τνγ', τνδ', τνε'

Χῆνες καὶ γέρανοι

Anseres et Grues - Osius

Χῆνες καὶ γέρανοι ἐτρέφοντο ἐν τῷ αὐτῷ νέμῳ. Προσελθόντων δὲ ὀρνιθευτῶν αἱ μὲν κοῦφαι γέρανοι ἔφυγον, αἱ δὲ βαρυτέραι χῆνες συνελήφθησαν ἐν τῷ δικτύῳ.

Ἀνάγνωσις τοῦ τνγ' μύθου

Χύτραι

ollae duae


Χύτρα  ὀστρακίνη  καὶ χύτρα χαλκῆ διεφέροντο ἐν τῷ αὐτῷ ποτάμῳ. Ἡ δὲ ὀστρακίνη ἐδεήθη τῆς χαλκῆς ἀπέχεσθαι ἵνα μὴ ἐκείνην βλάψαι.

Ἀνάγνωσις τοῦ τνδ' μύθου

Ψιττακὸς καὶ γαλῆ


Ψιττακός τις νεωστὶ ἠγορασμένος ἤρξατο κράζειν ἐπὶ τῆς ἑστίας καθήμενος. Ἡ δὲ γαλῆ ἰδοῦσα καὶ πυθομένη τίς ἐκεῖνος εἴη ἐμέμφθη αὐτὸν τῆς τολμῆς. Εἰ γὰρ αὐτὴ τὸ αὐτὸ ἐποίησεν, εὐθὺς οἱ ἄνθρωποι ἔδιωξαν ἄν. Αλλ' ὦ αὕτη, ἔφη ὁ ψιττακός, ἡ φωνή μου ἀρέσκει αὐτοῖς.

Ἀνάγνωσις τοῦ τνε' μύθου


Χῆνες καὶ γέρανοι
Χῆνες καὶ γέρανοι τὸν αὐτὸν λειμῶνα ἐνέμοντο. Ἐπιφανέντων δὲ αὐτοῖς θηρευτῶν, αἱ μὲν γέρανοι ἐλαφραὶ οὖσαι ἀπέπτησαν, οἱ δὲ χῆνες μείναντες διὰ τὸ βάρος τῶν σωμάτων συνελήφθησαν.
Οὕτω καὶ τῶν ἀνθρώπων, ἐπὰν πόλεμος ἐν πόλει γένηται, οἱ μὲν πένητες εὐπρόφοροι ὄντες, ῥᾳδίως ἀπὸ πόλεως εἰς ἑτέραν πόλιν διασῴζονται τῆς ἐλευθερίας μετέχοντες, οἱ δὲ πλούσιοι διὰ τὴν τῶν ὑπαρχόντων ὑπερϐολὴν μένοντες πολλάκις δουλεύουσιν.
Χύτραι
Χύτραν ὀστρακίνην καὶ χαλκῆν ποταμὸς κατέφερεν. Ἡ δὲ ὀστρακίνη τῇ χαλκῇ ἔλεγεν· « Μακρόθεν μου κολύμϐα, καὶ μὴ πλησίον· ἐὰν γάρ μοι σὺ προσψαύσῃς, κατακλῶμαι, κἂν ἐγὼ μὴ θέλουσα προσψαύσω. »
Ὅτι ἐπισφαλής ἐστι βίος πένητι δυναστοῦ ἅρπαγος πλησίον παροικοῦντι.
Ψιττακὸς καὶ γαλῆ
Ψιττακόν τις ἀγοράσας ἀφῆκεν ἐπὶ τῆς οἰκίας νέμεσθαι. Ὁ δὲ τῇ ἡμερότητι χρησάμενος, ἀναπηδήσας ἐπὶ τὴν ἑστίαν ἐκάθισε, κἀκεῖθεν τερπνὸν ἐκεκράγει. Γαλῆ δὲ θεασαμένη ἐπυνθάνετο αὐτοῦ τίς τέ ἐστι καὶ πόθεν ἦλθεν. Ὁ δὲ εἶπεν· « Ὁ δεσπότης με νεωστὶ ἐπρίατο. — Οὐκοῦν, ἰταμώτατε ζῴων, ἔφη, πρόσφατος ὢν τοιαῦτα βοᾷς, ὅτε ἐμοὶ τῇ οἰκογενεῖ ἐπιτρέπουσιν οἱ δεσπόται, ἀλλ᾽ ἐάν ποτε τοῦτο πράξω, προσαγανακτοῦντες ἀπελαύνουσί με. » Ὁ δὲ ἀπεκρίνατο λέγων· « Οἰκοδέσποινα, ἀλλὰ σύ γε βάδιζε μακράν· οὐχ ὁμοίως γὰρ δυσχεραίνουσιν οἱ δεσπόται ἐπὶ τῇ ἐμῇ φωνῇ ὅσον ἐπὶ τῇ σῇ. »
Πρὸς ἄνδρα πονηροψόγον ἑτέροις ἀεὶ αἰτίας προσάπτειν ἐπιχειροῦντα ὁ λόγος εὔκαιρος.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.