![]() |
$13 |
Χαίρετε, ὦ φιλέλληνες. Ὄνομα δέ μοι Βεδυερὸς καὶ μανθάνω τὴν Ἑλληνικὴν γλῶτταν, ἐμαυτὸν παιδευόμενος. Ὅταν δὴ σφάλματα ἐν ταύταις ταῖς σελίσιν εὕρητε, διορθώσατέ με γράφοντες πρός με ἐν τῇ Ἑλληνικῇ. Ἔρρωσθε.
Friday, July 25, 2014
Λεξικὸν χρήσιμόν τι
Ἐν τῷδε τῷ λεξικῷ ἐισιν οἱ τῶν Ἑλληνικῶν ποιητῶν λόγοι μεθερμηνευθέντες εἰς τὴν Ῥωμαϊκήν τε καὶ εἰς τὴν Βρεταννικήν. Εὑρήσεσθε δὲ ἐνθα καὶ τὴν τῶ συλλαβῶν ποσήτην, τοῦτ'ἔστι πότερον συλλαβή τις βραχεῖά ἐστιν ἢ μακρά. Ἡ δὲ τιμὴ ταύτης τῆς βίβλου ἐστὶ μόνον τρία καὶ δέκα δολλάρια.
Wednesday, July 16, 2014
Περὶ τῶν λεξικῶν τοὺς νέους τε καὶ οἰκείους λόγους ἐχόντων
Χαίρετε, ὦ φίλοι. Γέγραφα μὲν τήνδε τὴν γραφὴν πρὸ πολλῶν μηνῶν, οὔπω δὲ εὕρεκα λεξικὸν ὡς τὸ τῆς Σιγρίδεως Ἄλβερτ.
Πολλὰ μὲν λεξικὰ τοὺς νέους τε καὶ οἰκείους λόγους ἔχοντα ἐν τῷ διαδικτύῳ πάρεστιν, ἅτινα δὲ ὠφέλιμα νομίζω. Ὁ δὲ Ἰωάννης Κοδερχ ἔχει τόδε τὸ λεξικὸν ἐν τῷ καλῷ τόπῳ αὔτου, ὅπου τὰ νέα Ἑλληνιστὶ γεγραμμένα ἀναγιγνώσκομεν. Ὁ δὲ Ἀνδρέας Οὐίλσον τόδε τὸ λεξικὸν ἐποίησε τὸ βιβλίον τὸ ὀνόματι Ἄρειος Ποτήρ ἑλληνίσας. Ἔπειτα ὁ Λεωνίδας τοῦ Σωρένος ἔχει τόδε τὸ Ἀττικὸν λεξικὸν ἐν τῷ τόπῳ αὐτοῦ.Τέλος δὲ εὗρον τόδε τὸ λεξικὸν ὑπὸ τοῦ Ἰωάννου Βλάκι γεγραμμένου. Ἔστι δὲ καὶ ἄλλα μείω λεξικά. Ταύτα μὲν τὰ λεξικὰ καλά ἐστιν, οὐ δὲ ἀρκοῦντα. Βούλομαι γὰρ εὑρίσκειν τοιοῦτο λεξικὸν ὑπὲρ τῆς Ἑλληνικῆς γλώσσης ὥσπερ τό Imaginum Vocabularium Latinum ὑπὲρ τῆς Ῥωμαϊκῆς τὸ ἐκ Σιγρίδεως Ἄλβερτ ἐκδοθέν.
Τοῦτο γὰρ τὸ λεξικὸν τρία μέρη ἔχει. Ἐν δὲ τῷ πρότῳ, αἱ εἰκόνες δεικνύασιν ὅ ἂν οἱ λόγοι σημαίνωσιν.Ἐν δὲ τῷ δευτέρῳ, ἕκαστος τῶν Ἑλληνικῶν λόγων ἐν πέντε ἄλλας γλώττας μεταγέγραπται.
Ἐν δὲ τῷ τρίτῳ μέρει, οἱ λογοὶ ἐν τοῖς ἄλλαις γλώσσαις μετὰ τοῦ τῆς τὴν εἰκόνα ἐχούσης σελίδος ἀριθμοῦ εὑρίσκονται.
Διὰ τί οὐκ ἔστιν τοιοῦτο τὸ λεξικὸν ἐν τῇ Ἑλληνικῇ; Ἆρα δυνάμεθα μεταγφάφειν τὸ τῆς Σιγρίδεως Ἄλβερτ βιβλίον εἰς τὴν Ἑλληνικήν, ἐάν ἀρέσκῃ αὐτῇ; Τί λέγετε ὑμεῖς, ὦ ἄνθρωποι;
Saturday, July 12, 2014
Ἠχωγραφαὶ ἐκ τῆς λήθης σεσωσμέναι
Ὁ τῆς λήθης ποταμός |
Wednesday, July 9, 2014
Οἱ τοῦ Ἀστερικίου μῦθοι
Περὶ δὲ τῶν Ἀστερικίου μύθων ἤδη ἔγραψα ἐν τῇ Σχολῇ·
Μεταξὺ ῥόδου καὶ ξίφους
Ἀστερίκιος παρὰ Σακχαραζάδι
Βούλομαι δὲ ὑμῖν δεικνύναι βιβλία τινὰ εἰς τὴν Ἀττικὴν μεταγραφέντα· τοὺς τοῦ Ἀστερικίου τοῦ Γαλάτου μύθους νεφελωτούς. Ἔστι δὲ τέσσαρα βιβλία·Ἀστερίκιος ἐν Ὀλυμπίᾳ
Ἀστερίκιος καὶ Κλεοπάτρα
Μεταξὺ ῥόδου καὶ ξίφους
Ἀστερίκιος παρὰ Σακχαραζάδι
Ἔγωγε ἐνταῦθα δὲ ἠγόρασα ἀυτά.
Ἀστερίκιος καὶ Κλεοπάτρα ISBN13: 978-960-321-175-4
Ἀστερίκιος ἐν Ὀλυμπίᾳ ISBN 13: 978-960-220-266-1
Μεταξὺ ῥόδου καὶ ξίφους ISBN 13: 978-960-321-036-8
Ἀστερίκιος παρὰ Σακχαραζάδι ISBN 13: 978-960-321-449-6
Δεῖ δὲ ὑμᾶς τὴν χώραν ὑμῶν γωρίζειν ἵνα ἡ ἀκριβὴς τιμὴ φαίνηται.
Sunday, July 6, 2014
Οἱ Ἑλληνικοὶ ἀριθμοί
Παλαιοί
|
Bυζάντιοι
|
Καινοί
|
Ἀραβικοί
|
ι
|
Ιʹ
| ||
κ
|
Κʹ
| ||
λ
|
Λʹ
| ||
μ
|
Μʹ
| ||
ν
|
Νʹ
| ||
ξ
|
Ξʹ
| ||
ο
|
Οʹ
| ||
π
|
Πʹ
| ||
&
|
Ϟʹ
|
Subscribe to:
Posts (Atom)