Χαίρετε, ὦ φιλέλληνες. Ὄνομα δέ μοι Βεδυερὸς καὶ μανθάνω τὴν Ἑλληνικὴν γλῶτταν, ἐμαυτὸν παιδευόμενος. Ὅταν δὴ σφάλματα ἐν ταύταις ταῖς σελίσιν εὕρητε, διορθώσατέ με γράφοντες πρός με ἐν τῇ Ἑλληνικῇ. Ἔρρωσθε.
Monday, February 29, 2016
Friday, February 26, 2016
Καθῆσθαι. Στῆναι
Ὁ παῖς φέρει πιεῖν τῷ ἀνδρὶ τῷ καθημένῳ. |
Ἀνάγνωσις τοῦ νζ' διδάγματος
ἀποδύου!
καὶ δὴ ἐκδύομαι.
ποῦ καθιζησόμεθα;
κάθησθε!
κάθιζε!
εἰ ταῦτα δοκεῖ!
ἰδού· κάθημαι.
κάθημαι ’γὼ πάλαι.
οὐ καθίζεις ἐν καλῷ.
οὐκ ἔχεις καταφαγεῖν;
βούλει παραθῶ σοι δόρπον;
αἰτῶ λαβεῖν τιν’ ἄρτον καῖ κρέας.
ἥκω φέρων πιεῖν.
δός μοι πιεῖν.
ἰδού.
ἀδικεῖς ἐνθάδε καθήμενος.
ἀνίστασο!
οὔκουν ἀναστήσει ταχύ, πρὶν τινά σ’ἰδεῖν;
ἀνίστασο ὀρθός.
στῆθι.
ταῦτα, ὦ λοχαγέ!
καὶ δὴ ἐκδύομαι.
ποῦ καθιζησόμεθα;
κάθησθε!
κάθιζε!
εἰ ταῦτα δοκεῖ!
ἰδού· κάθημαι.
κάθημαι ’γὼ πάλαι.
οὐ καθίζεις ἐν καλῷ.
οὐκ ἔχεις καταφαγεῖν;
βούλει παραθῶ σοι δόρπον;
αἰτῶ λαβεῖν τιν’ ἄρτον καῖ κρέας.
ἥκω φέρων πιεῖν.
δός μοι πιεῖν.
ἰδού.
ἀδικεῖς ἐνθάδε καθήμενος.
ἀνίστασο!
οὔκουν ἀναστήσει ταχύ, πρὶν τινά σ’ἰδεῖν;
ἀνίστασο ὀρθός.
στῆθι.
ταῦτα, ὦ λοχαγέ!
Πρῴ
Δωμάτιον ἔχον κλίνην ἢ στρώματα. Ἐν δὲ τῇ γωνίᾳ ἔστι κόγχη. |
Ἀνάγνωσις τοῦ νϛ' διδάγματος
πρῲ ἐγείρομαι.
πρὸ φάους.
ἥλιος ἀνέτειλεν.
ἡλίου ἀνατολή.
ἐστὶν ἐν τῷ δωματίῳ.
τὰ στρώματα.
ἐν τοῖς στρώμασιν.
οὔπω ἐγέρθη ἐκ τῶν στρωμάτων (ἐκ τῆς κλίνης).
ἀρτίως εὕδει.
ἐγρηγόρει χθὲς (ἐγρηγόρησεν ἐχθὲς) ἐπὶ πολύ.
οὗτος, ἐγείρου!
ἀνίστασο!
ἅπτε λύχνον.
ταῦτα.
δός μοι ὑποδήματα καὶ τοὺς πίλους καὶ ἀναξυρίδας.
ἤδη ὑπεδέθην.
ἔνεγκε ὕδωρ πρὸς χεῖρας.
κόγχη. σήπων.
χεῖρες ῥυπαραί εἰσιν.
ἆρ' ἀπονένιψαι;
ἤδη ἐνιψάμην τὰς χεῖρας καὶ τὴν ὄψιν.
ἀνύτεις χειρόμακτρον οὐκ ἔχων;
αὐχμεῖς αἰσχρῶς.
οὐκ ἐλούσατο.
ἀποκάθαιρε τὴν τράπεζαν.
οἴκοι μενῶ.
ἔνδον παρ’ ἐμοὶ διατρίψομεν (περὶ τὰ μαθήματα).
παρὰ σοί;
πάνυ.
παρ’ ἐμοὶ χθὲς ἦσθα.
ἥκετ’ εἰς ἐμοῦ τήμερον!
πρὸ φάους.
ἥλιος ἀνέτειλεν.
ἡλίου ἀνατολή.
ἐστὶν ἐν τῷ δωματίῳ.
τὰ στρώματα.
ἐν τοῖς στρώμασιν.
οὔπω ἐγέρθη ἐκ τῶν στρωμάτων (ἐκ τῆς κλίνης).
ἀρτίως εὕδει.
ἐγρηγόρει χθὲς (ἐγρηγόρησεν ἐχθὲς) ἐπὶ πολύ.
οὗτος, ἐγείρου!
ἀνίστασο!
ἅπτε λύχνον.
ταῦτα.
δός μοι ὑποδήματα καὶ τοὺς πίλους καὶ ἀναξυρίδας.
ἤδη ὑπεδέθην.
ἔνεγκε ὕδωρ πρὸς χεῖρας.
κόγχη. σήπων.
χεῖρες ῥυπαραί εἰσιν.
ἆρ' ἀπονένιψαι;
ἤδη ἐνιψάμην τὰς χεῖρας καὶ τὴν ὄψιν.
ἀνύτεις χειρόμακτρον οὐκ ἔχων;
αὐχμεῖς αἰσχρῶς.
οὐκ ἐλούσατο.
ἀποκάθαιρε τὴν τράπεζαν.
οἴκοι μενῶ.
ἔνδον παρ’ ἐμοὶ διατρίψομεν (περὶ τὰ μαθήματα).
παρὰ σοί;
πάνυ.
παρ’ ἐμοὶ χθὲς ἦσθα.
ἥκετ’ εἰς ἐμοῦ τήμερον!
Ἐνταῦθα οἰκεῖ
Ὁ Ἑλληνικὸς οἶκος κατὰ τὸν Βιτρούβιον |
Ἀνάγνωσις τοῦ νε' διδάγματος
ἔχοις ἂν φράσαι μοι (τὸν κύριον) Μύλλερον, ὅπου ἐνθάδε οἰκεῖ;
ἡδέως ἂν μάθοιμι, ποῦ Μύλλερος οἰκεῖ.
τοῦτό με δίδαξον!
ἐν τῇ Λειψανῇ* ὁδῷ.
μετοικίζεται.
φροῦδός ἐστιν ἐξῳκισμένος.
ἐγγὺς οἰκεῖ.
ὁδὶ ἐκ θυρίδος παρακύπτει.
οὗτός ἐστ’ ἐκεῖνος.
τίς ἐσθ’ ὁ τὴν θύραν κόπτων;
ἄνοιγε τὴν θύραν!
οὐκ ἀνοίξεις;
ἄνοιγ’ ἀνύσας τὴν θύραν.
τίς οὗτος;
εἰσάγγειλον.
οὐκ οἶδ’ ἀκριβῶς σου τοὔνομα.
ἔνδον ἐστὶ Μύλλερος;
οὐκ ἔνδον ἑστίν.
οὐκ ἔνδον ὢν τυγχάνει.
ἄληθες;
περίπατον ποιεῖται.
ἐπὶ ταῖς θύραις ἕστηκεν.
μέλλει θύραζε βαδίζειν / ἐξιέναι
ἡδέως ἂν μάθοιμι, ποῦ Μύλλερος οἰκεῖ.
τοῦτό με δίδαξον!
ἐν τῇ Λειψανῇ* ὁδῷ.
μετοικίζεται.
φροῦδός ἐστιν ἐξῳκισμένος.
ἐγγὺς οἰκεῖ.
ὁδὶ ἐκ θυρίδος παρακύπτει.
οὗτός ἐστ’ ἐκεῖνος.
τίς ἐσθ’ ὁ τὴν θύραν κόπτων;
ἄνοιγε τὴν θύραν!
οὐκ ἀνοίξεις;
ἄνοιγ’ ἀνύσας τὴν θύραν.
τίς οὗτος;
εἰσάγγειλον.
οὐκ οἶδ’ ἀκριβῶς σου τοὔνομα.
ἔνδον ἐστὶ Μύλλερος;
οὐκ ἔνδον ἑστίν.
οὐκ ἔνδον ὢν τυγχάνει.
ἄληθες;
περίπατον ποιεῖται.
ἐπὶ ταῖς θύραις ἕστηκεν.
μέλλει θύραζε βαδίζειν / ἐξιέναι
Wednesday, February 24, 2016
Friday, February 19, 2016
Τέλος καλόν, τὰ ὕστερα καλά
Ἡ τῆς Κωνσταντινουπόλεως Τύχη στεφανοῖ τὸν Κωνσταντῖνον. |
Τέλος χαίρωμεν. Πάντα γὰρ εὖ ἐγένετο. Ὑμεῖς δὲ ἀκούσατε τὸ πεντηκοστὸν καὶ τετάρτον δίδαγμα.
Ἀνάγνωσις τοῦ νδ' διδάγματος
Ἀνάγνωσις τοῦ νδ' διδάγματος
ἴσως ἂν εὖ γένοιτο.
σὺν θεῷ δ’ εἰρήσεται.
ἢν θεοὶ θέλωσιν.
καὶ τίς ἐγγυητής ἐστι τούτου;
ἢν κατορθώσομεν, ἐπαινέσομαι τὸν θεὸν πάνυ σφόδρα.
ὥσπερ εἶκός ἐστιν.
τυχαγαθῇ!
ἢν δὲ σφαλῶμεν;
ἀλαλαί!
ὡς εὐτυχὴς εἶ!
εὐτυχέστατα πέπραγεν.
τίνι τρόπῳ;
παῖδα κόρην γεγάμηκεν.
πλούσιος γεγένηται.
ἔχει τῆς ἥβης ἀπολαῦσαι.
εἶτα τί τοῦτο;
ποθεινός ἐστι τοῖς φίλοις.
ἐστὶ τῶν φίλων.
σὺν θεῷ δ’ εἰρήσεται.
ἢν θεοὶ θέλωσιν.
καὶ τίς ἐγγυητής ἐστι τούτου;
ἢν κατορθώσομεν, ἐπαινέσομαι τὸν θεὸν πάνυ σφόδρα.
ὥσπερ εἶκός ἐστιν.
τυχαγαθῇ!
ἢν δὲ σφαλῶμεν;
ἀλαλαί!
ὡς εὐτυχὴς εἶ!
εὐτυχέστατα πέπραγεν.
τίνι τρόπῳ;
παῖδα κόρην γεγάμηκεν.
πλούσιος γεγένηται.
ἔχει τῆς ἥβης ἀπολαῦσαι.
εἶτα τί τοῦτο;
ποθεινός ἐστι τοῖς φίλοις.
ἐστὶ τῶν φίλων.
Μὴ σκῶπτε!
Ὁ Ἀριστοφάνης ἔσκωπτε πολλοὺς διὰ τῶν ἑαυτοῦ κωμῳδιῶν. |
Ἀνάγνωσις τοῦ νγ' διδάγματος
ὡς καταγέλαστον ἐφάνη τὸ πρᾶγμα!
τοῦτο πάνυ γελοῖον!
πρὸς ἐμὲ ταῦτ’ ἐστίν.
σκώπτει.
μὴ σκῶπτε!
μὴ σκῶπτέ με!
μῶν με σκώπτεις ὁρῶν τοῦτο;
καταγέλαστος εἶ.
οὐ σοῦ καταγελῶμεν.
ἀλλὰ τοῦ;
ἐπὶ τῷ γελᾷς;
παῦε! -- σιώπα!
βούλει μὴ προσαγορεύειν ἐμέ;
τοῦτο πάνυ γελοῖον!
πρὸς ἐμὲ ταῦτ’ ἐστίν.
σκώπτει.
μὴ σκῶπτε!
μὴ σκῶπτέ με!
μῶν με σκώπτεις ὁρῶν τοῦτο;
καταγέλαστος εἶ.
οὐ σοῦ καταγελῶμεν.
ἀλλὰ τοῦ;
ἐπὶ τῷ γελᾷς;
παῦε! -- σιώπα!
βούλει μὴ προσαγορεύειν ἐμέ;
Ὡς χαλεπόν!
Ἡ Ξανθίππη ἡ τοῦ Σωκράτους γυνή, ἦν τῶν οὐσῶν καὶ τῶν γεγενημένων καὶ τῶν ἐσομένων χαλεπωτάτη. |
Ἀνάγνωσις τοῦ νβ' διδάγματος
τί κύπτεις;
αἰσχύνομαι.
αἴσχιστά τοί σ’ εἰργάσατο ἡ γυνή.
ὀργὴν ἡμῖν ἔχει πολλήν.
τοῦτ’ ἔστ’ ἄλγιστον ἡμῖν.
πόλλ’ ἄχθομαι, ὅτι ἔδρασα τοῦτο!
τουτὶ μὰ ∆ι’ οὐδέποτ’ ἤλπισα.
μὴ πρῖε τοὺς ὀδόντας!
ταῦτα μὲν δὴ ταῦτα.
μὴ μνησικακήσῃς.
ἡσυχίαν ἄγειν βέλτιστόν ἐστιν.
ἡμάρτομεν ταῦτα.
μὴ ἀγανάκτει, ὦ ’γαθέ.
ἀλλ’ οὐκ ἔσθ’ ὅπως σιγήσομαι.
αἴτιος μέντοι σὺ τούτων εἶ μόνος.
οὐκ ὀρθῶς τοῦτ’ ἔδρασας!
τί δὲ σοὶ τοῦτο;
τί δὴ μαθὼν τοῦτ’ ἐποίησας;
τῆς μανίας!
ὡς οὐκ ὀρθῶς τοῦτ’ ἔδρασας!
τοῦτ’ οὐκ ὀρθῶς ἐποίησας.
ταῦτ’ ἐπικαλεῖς;
ἀλλ’ οὐκ ἦν παρὰ ταῦτ’ ἄλλα.
μὴ νουθέτει με, ἀλλὰ --
ἀπολεῖς με!
ἕν δέ σοι λέγω·
περὶ τῆς κόρης ἀνιῶμαι.
αἰσχύνομαι.
αἴσχιστά τοί σ’ εἰργάσατο ἡ γυνή.
ὀργὴν ἡμῖν ἔχει πολλήν.
τοῦτ’ ἔστ’ ἄλγιστον ἡμῖν.
πόλλ’ ἄχθομαι, ὅτι ἔδρασα τοῦτο!
τουτὶ μὰ ∆ι’ οὐδέποτ’ ἤλπισα.
μὴ πρῖε τοὺς ὀδόντας!
ταῦτα μὲν δὴ ταῦτα.
μὴ μνησικακήσῃς.
ἡσυχίαν ἄγειν βέλτιστόν ἐστιν.
ἡμάρτομεν ταῦτα.
μὴ ἀγανάκτει, ὦ ’γαθέ.
ἀλλ’ οὐκ ἔσθ’ ὅπως σιγήσομαι.
αἴτιος μέντοι σὺ τούτων εἶ μόνος.
οὐκ ὀρθῶς τοῦτ’ ἔδρασας!
τί δὲ σοὶ τοῦτο;
τί δὴ μαθὼν τοῦτ’ ἐποίησας;
τῆς μανίας!
ὡς οὐκ ὀρθῶς τοῦτ’ ἔδρασας!
τοῦτ’ οὐκ ὀρθῶς ἐποίησας.
ταῦτ’ ἐπικαλεῖς;
ἀλλ’ οὐκ ἦν παρὰ ταῦτ’ ἄλλα.
μὴ νουθέτει με, ἀλλὰ --
ἀπολεῖς με!
ἕν δέ σοι λέγω·
περὶ τῆς κόρης ἀνιῶμαι.
Tuesday, February 16, 2016
Monday, February 15, 2016
Friday, February 12, 2016
Ἡ πενθερά
ὦ βδελυρὲ σύ! |
Ὄσκαρ Οὐαίλντ εἶπεν ὅτι πᾶσαι μὲν αἶ γυναῖκες γιγνόνται ὅμοιαι ταῖς μητράσιν. Τοῦτο γάρ ἐστιν ἡ συμφορὰ αὐτῶν. Οὐδεὶς δ᾿ἀνὴρ τοῦτο ποιεῖ, ὅ ἐστιν ἡ αὐτοῦ. Ὑμεῖς δ' ἁκούσατε τὸ πεντηκοστὸν καὶ πρῶτον δίδαγμα.
Ἀνάγνωσις τοῦ να' διδάγματος
τί τὸ πρᾶγμα; -- τουτὶ τί ἐστιν;
ὦ Ζεῦ βασιλεῦ!
οἴμοι κακοδαίμων!
προδεδόμεθα!
οὗτος ὁ πανοῦργος!
τί ποιεῖς;
τί πάσχεις;
ὦ βδελυρὲ σύ!
μὴ πρὸς ὀργήν!
ἀνόσια ἐπάθομεν!
ἆρ’ οὐχ ὕβρις ταῦτ’ ἐστὶ πολλή;
παῦε!
ἄπιθ’ ἐκποδών;
οὐκ εἶ θύραζε;
οὐκ ἄπει δῆτα ἐκποδών;
ἐς κόρακας!
ἄπερρε!
ἀπολεῖ κάκιστα!
οὐκ ἐς κόρακας;
παραπαίεις, ὦ γύναι./ὦ γύναι, ὠς παραπαίεις!
οἴμοι, ὡς ὑβρίζεις!
αἰβοί!
οὔτοι καταπροίξει (τοῦτο δρῶν).
οὐ χαιρήσεις.
ἐγώ σε παύσω τοῦ θράσους.
ἀλλ’ ἀνάσχου!
οὐ δεινὸν δῆτά σε τοῦτο δράσαι;
οὐκ ἀνασχετὸν τοῦτο!
οἴμοι, τί δράσω;
ὁρᾷς, ἅ δέδρακας;
σὺ τούτων αἴτιος!
ὦ Ζεῦ βασιλεῦ!
οἴμοι κακοδαίμων!
προδεδόμεθα!
οὗτος ὁ πανοῦργος!
τί ποιεῖς;
τί πάσχεις;
ὦ βδελυρὲ σύ!
μὴ πρὸς ὀργήν!
ἀνόσια ἐπάθομεν!
ἆρ’ οὐχ ὕβρις ταῦτ’ ἐστὶ πολλή;
παῦε!
ἄπιθ’ ἐκποδών;
οὐκ εἶ θύραζε;
οὐκ ἄπει δῆτα ἐκποδών;
ἐς κόρακας!
ἄπερρε!
ἀπολεῖ κάκιστα!
οὐκ ἐς κόρακας;
παραπαίεις, ὦ γύναι./ὦ γύναι, ὠς παραπαίεις!
οἴμοι, ὡς ὑβρίζεις!
αἰβοί!
οὔτοι καταπροίξει (τοῦτο δρῶν).
οὐ χαιρήσεις.
ἐγώ σε παύσω τοῦ θράσους.
ἀλλ’ ἀνάσχου!
οὐ δεινὸν δῆτά σε τοῦτο δράσαι;
οὐκ ἀνασχετὸν τοῦτο!
οἴμοι, τί δράσω;
ὁρᾷς, ἅ δέδρακας;
σὺ τούτων αἴτιος!
Ἀγαθὴ τύχη ἐν τῷ ἐρᾶν.
Ὁ νεανίσκος καταφιλεῖ τὴν κόρην. |
Ἀνάγνωσις τοῦ ν' διδάγματος
ἐραστής εἰμι σός.
τί λέγεις;
τί τοῦτο λέγεις;
ὁτιὴ φιλῶ σε.
εἴπερ ὄντως ἐκ τῆς καρδίας με φιλεῖς, πρόσειπε τὴν μητέρα μου.
δός μοι κύσαι. (δὸς κύσαι.)
κύσον με, ἀντιβολῶ!
φέρε, σε κύσω!
οἴμοι, οἱ ἄλλοι ὅπως μή μ’ ὄψονται!
αὐτοὶ γάρ ἐσμεν.
παῦε! παῦε!
ὡς ἥδομαι!
δός μοι τὴν χεῖρα τὴν δεξιάν.
οὐδέποτε σ’ ἀπολείψειν φημί!
τί λέγεις;
τί τοῦτο λέγεις;
ὁτιὴ φιλῶ σε.
εἴπερ ὄντως ἐκ τῆς καρδίας με φιλεῖς, πρόσειπε τὴν μητέρα μου.
δός μοι κύσαι. (δὸς κύσαι.)
κύσον με, ἀντιβολῶ!
φέρε, σε κύσω!
οἴμοι, οἱ ἄλλοι ὅπως μή μ’ ὄψονται!
αὐτοὶ γάρ ἐσμεν.
παῦε! παῦε!
ὡς ἥδομαι!
δός μοι τὴν χεῖρα τὴν δεξιάν.
οὐδέποτε σ’ ἀπολείψειν φημί!
Εἶα δή
Πειράσομαι |
Ἀνάγνωσις τοῦ μθ' διδάγματος
σπεῦδέ νυν! ἔπειγέ νυν!
οὔκουν ἐπείξει;
μὴ βράδυνε!
ἄνυε!
οὐκ ἀνύσεις;
οὐ μέλλειν χρή σε.
μὴ διατρίβωμεν.
οὐ μὴ διατρίψεις;
νῦν ὁ καιρός!
ἀλλ’ οὖν πεπειράσθω γε.
δράσω τοίνυν σοὶ πίσυνος.
πειράσομαι.
κἂν δέῃ μ' ἀποθανεῖν!
ἀλλὰ δρῶ τοῦτο.
ἤδη ’ στὶ τοῦτ’ ἐκεῖνο!
κἂν μὴ φῇ μηδ’ ἐθελήσῃ;
εἰσόμεθ’ αὐτίκα.
ἐγὼ εἴσομαι.
οὔκουν ἐπείξει;
μὴ βράδυνε!
ἄνυε!
οὐκ ἀνύσεις;
οὐ μέλλειν χρή σε.
μὴ διατρίβωμεν.
οὐ μὴ διατρίψεις;
νῦν ὁ καιρός!
ἀλλ’ οὖν πεπειράσθω γε.
δράσω τοίνυν σοὶ πίσυνος.
πειράσομαι.
κἂν δέῃ μ' ἀποθανεῖν!
ἀλλὰ δρῶ τοῦτο.
ἤδη ’ στὶ τοῦτ’ ἐκεῖνο!
κἂν μὴ φῇ μηδ’ ἐθελήσῃ;
εἰσόμεθ’ αὐτίκα.
ἐγὼ εἴσομαι.
Sunday, February 7, 2016
Friday, February 5, 2016
Τί ποιήσω;
Ὁ Δάντης ἰδὼν τὴν βεάτρικα οὐκ οἶδε τί ποιήσει. |
Ἀνάγνωσις τοῦ μη' διδάγματος
τί ποιεῖν διανοεῖ;
τί μέλλεις δρᾶν;
χρηστόν τι συμβούλευσον!
τί ποιήσω;
οἶμαί σοι τοῦτο μεταμελήσειν.
εὐλαβοῦ μὴ ἐκφύγῃ σ’ ἐκείνη.
σὸν ἔργον τἆλλα ποιεῖν.
τί οὖν κελεύεις δρᾶν με;
δεῖ διαλέγεσθαι αὐτῇ, ὅταν τύχῃς.
τοῦτ’ αὐτὸ γὰρ καὶ βούλομαι.
ἀλλ’ οὐκ ἔστι πω ἐν τούτῳ τὰ πράγματα.
ἔνι κίνδυνος ἐν τῷ πράγματι.
χαλεπὸν τὸ πρᾶγμα!
μὴ φροντίσῃς.
μὴ δέδιθι.
μηδὲν δέδιθι, ὦ τάν.
οὐδὲν (γὰρ) πείσει.
οὐ τοὐμὸν ἐμποδὼν ἔσται, ὦ τάν.
μελήσει μοι τοῦτό γε.
τί μέλλεις δρᾶν;
χρηστόν τι συμβούλευσον!
τί ποιήσω;
οἶμαί σοι τοῦτο μεταμελήσειν.
εὐλαβοῦ μὴ ἐκφύγῃ σ’ ἐκείνη.
σὸν ἔργον τἆλλα ποιεῖν.
τί οὖν κελεύεις δρᾶν με;
δεῖ διαλέγεσθαι αὐτῇ, ὅταν τύχῃς.
τοῦτ’ αὐτὸ γὰρ καὶ βούλομαι.
ἀλλ’ οὐκ ἔστι πω ἐν τούτῳ τὰ πράγματα.
ἔνι κίνδυνος ἐν τῷ πράγματι.
χαλεπὸν τὸ πρᾶγμα!
μὴ φροντίσῃς.
μὴ δέδιθι.
μηδὲν δέδιθι, ὦ τάν.
οὐδὲν (γὰρ) πείσει.
οὐ τοὐμὸν ἐμποδὼν ἔσται, ὦ τάν.
μελήσει μοι τοῦτό γε.
Ἵμερος ἢ πόθος
Τὸ πόθος τῆς κόρης λυπεῖ τὸν νεανίσκον. |
Ἀνάγνωσις τοῦ μζ' διδάγματος
τί οὖν ἐρεῖς περὶ τῆς μείρακος;
λῆρός ἐστι τἆλλα πρὸς Ἄνναν.
ἵμερός με (πόθος με) διαλυμαίνεται Ἄννης.
ὢ τί λέγεις;
ἐθαύμασας;
τί ἐθαύμασας;
ὡς ἄχθομαι αὐτῆς ἀπούσης!
μὴ ἄφρων γένῃ!
πάνυ πολύς μοι δοκεῖ εἶναι χρόνος, ὅτι οὐχ ὁρῶ αὐτὴν τοιαύτην οὖσαν.
οὐκ ἐνθάδε ἐστίν.
ἀλλ’ ἔρχεται.
ἡδὶ προσέρχεται!
νῦν γε ἤδη καθορῶ αὐτήν.
ἥκει ἐπιεικῶς πάλαι.
ἄτοπον τουτὶ πρᾶγμα!
τί πάσχεις;
οὐχ ὁρᾷς; Ν. ακολουθεῖ κατόπιν αὐτῆς καὶ ἀσπάζεται!
ὀλίγον μοι μέλει.
ἡ δὲ δεξιοῦται αὐτόν.
οἴμοι κακοδαὶμων!
οὐ δοκεῖ ὁρᾶν σε.
ἐνέβαλε τὴν δεξιάν.
ταύτην μὲν ἔα χαίρειν!
ἀλλ’ εἶμι· προσερῶ γὰρ τὴν τηθίδα.
ἐγὼ δὲ προσείρηκα αὐτήν.
καλῶς γε οὐ προσεἶπάς με!
λῆρός ἐστι τἆλλα πρὸς Ἄνναν.
ἵμερός με (πόθος με) διαλυμαίνεται Ἄννης.
ὢ τί λέγεις;
ἐθαύμασας;
τί ἐθαύμασας;
ὡς ἄχθομαι αὐτῆς ἀπούσης!
μὴ ἄφρων γένῃ!
πάνυ πολύς μοι δοκεῖ εἶναι χρόνος, ὅτι οὐχ ὁρῶ αὐτὴν τοιαύτην οὖσαν.
οὐκ ἐνθάδε ἐστίν.
ἀλλ’ ἔρχεται.
ἡδὶ προσέρχεται!
νῦν γε ἤδη καθορῶ αὐτήν.
ἥκει ἐπιεικῶς πάλαι.
ἄτοπον τουτὶ πρᾶγμα!
τί πάσχεις;
οὐχ ὁρᾷς; Ν. ακολουθεῖ κατόπιν αὐτῆς καὶ ἀσπάζεται!
ὀλίγον μοι μέλει.
ἡ δὲ δεξιοῦται αὐτόν.
οἴμοι κακοδαὶμων!
οὐ δοκεῖ ὁρᾶν σε.
ἐνέβαλε τὴν δεξιάν.
ταύτην μὲν ἔα χαίρειν!
ἀλλ’ εἶμι· προσερῶ γὰρ τὴν τηθίδα.
ἐγὼ δὲ προσείρηκα αὐτήν.
καλῶς γε οὐ προσεἶπάς με!
Πηλίκη;
οἶκος Ῥωμαϊκός τις |
Ἀνάγνωσις τοῦ μϛ' διδάγματος
θυγάτηρ αὐτῷ μόνη οὖσα τυγχάνει.
πηλίκη ἐστίν;
πλεῖν ἢ ἐνιαυτῷ σου πρεσβυτέρα ἐστίν.
ὑπὲρ εἴκοσιν ἔτη γεγονυῖα.
σὺ δὲ ἀνὴρ νέος εἶ ἐννεακαίδεκα ἐτῶν.
δεῖ οὖν ὀρχεῖσθαί σε μετὰ τῶν ἐντὸς εἴκοσιν.
ἐνταῦθα κάθηται παρὰ ταῖς πρεσβυτέραις γυναιξίν.
ποῦ; δεῖξον!
ποίαν τιν’ ἔχει σκευήν;
τέθνηκεν ἡ μήτηρ αὐτῆς ἔτη δέκα. (ἔτος τουτὶ ἑνδέκατον.)
ἑξηκοντέτης ἐστὶν αὐτῆς ὁ πατήρ.
ὁ οἶκος.
πηλίκη ἐστίν;
πλεῖν ἢ ἐνιαυτῷ σου πρεσβυτέρα ἐστίν.
ὑπὲρ εἴκοσιν ἔτη γεγονυῖα.
σὺ δὲ ἀνὴρ νέος εἶ ἐννεακαίδεκα ἐτῶν.
δεῖ οὖν ὀρχεῖσθαί σε μετὰ τῶν ἐντὸς εἴκοσιν.
ἐνταῦθα κάθηται παρὰ ταῖς πρεσβυτέραις γυναιξίν.
ποῦ; δεῖξον!
ποίαν τιν’ ἔχει σκευήν;
τέθνηκεν ἡ μήτηρ αὐτῆς ἔτη δέκα. (ἔτος τουτὶ ἑνδέκατον.)
ἑξηκοντέτης ἐστὶν αὐτῆς ὁ πατήρ.
ὁ οἶκος.
Thursday, February 4, 2016
Subscribe to:
Posts (Atom)