Χαίρετε, ὦ φιλέλληνες. Ὄνομα δέ μοι Βεδυερὸς καὶ μανθάνω τὴν Ἑλληνικὴν γλῶτταν, ἐμαυτὸν παιδευόμενος. Ὅταν δὴ σφάλματα ἐν ταύταις ταῖς σελίσιν εὕρητε, διορθώσατέ με γράφοντες πρός με ἐν τῇ Ἑλληνικῇ. Ἔρρωσθε.
Wednesday, October 28, 2015
Saturday, October 24, 2015
Τί πάσχεις
![]() |
Τί πάσχει ἡ Ἀνδρομάχη; Ὡρακιᾷ γάρ. |
Ἐν τῷ δευτέρῳ διδάγματι μανθάνομεν ἐρωτᾶν περὶ τῶν παθῶν. Ἐπειδὰν δέ τις πολὺ πίῃ, κραιπαλᾷ καὶ ἀλγεῖ τὴν κεφαλήν. Ὅταν δὲ ἡ θάλασσα ταράσσηται, πολλοὶ ναῦται ναυτιῶσι καὶ ἰλιγγιῶσιν. Εἰ μὲν τὸ ῥεῦμα ῥεῖ ἐκ τοὺ ῥινός σου, σὺ δὲ ῥιγεῖς, κόρυζά σε λαμβάνει. Ἀλλ' ἀεὶ θαρρῶμεν μηδὲ σκυθρωπάσωμεν.
τί πάσχεις;
πάσχω θαυμαστόν.
τί κάμνεις;
τί ἔπαθες;
τί πέπονθας;
τί στένεις;
τί δυσφορεῖς;
μὴ σκυθρώπαζε, ὦ τέκνον!
ἄχθομαι ἐνθάδε παρών.
ῥιγῶν μοι δοκεῖς.
ἰλιγγιῶ.
ἀλγῶ τὴν κεφαλήν.
οὐκ ἔσθ’ ὅπως οὐ κραιπαλᾷς.
τίνα νόσον νοσεῖς;
ναυτιᾷς δήπου.
κόρυζά σε λαμβάνει.
Ζεῦ σῶσον!
ὀφθαλμιῶ.
ἆρα κέκμηκας;
ἀλγῶ τὰ σκέλη μακρὰν ὁδὸν διεληλυθώς.
κρείττων εἶ μου σὺ βαδίζειν.
ὡρακιᾷ.
πάσχω θαυμαστόν.
τί κάμνεις;
τί ἔπαθες;
τί πέπονθας;
τί στένεις;
τί δυσφορεῖς;
μὴ σκυθρώπαζε, ὦ τέκνον!
ἄχθομαι ἐνθάδε παρών.
ῥιγῶν μοι δοκεῖς.
ἰλιγγιῶ.
ἀλγῶ τὴν κεφαλήν.
οὐκ ἔσθ’ ὅπως οὐ κραιπαλᾷς.
τίνα νόσον νοσεῖς;
ναυτιᾷς δήπου.
κόρυζά σε λαμβάνει.
Ζεῦ σῶσον!
ὀφθαλμιῶ.
ἆρα κέκμηκας;
ἀλγῶ τὰ σκέλη μακρὰν ὁδὸν διεληλυθώς.
κρείττων εἶ μου σὺ βαδίζειν.
ὡρακιᾷ.
Τί πράττεις;
![]() |
Τρεῖς νεανίσκοι συλλαλοῦσιν ἐν τῇ παλαίστρᾳ. Εἷς δ'ἔχει στλεγγίδα. |
Ἀνάγνωσις τοῦ β’ διδάγματος
τί πράττεις;
πάντ’ ἀγαθὰ πράττω, ὦ φίλε.
ἄμεινον πράττω ἢ χθές.
τί πράττει ὁ πατήρ σου;
εὐδαιμόνως πράττει.
τί δ’ ἄλλο παρ᾿ ὑμῖν;
πῶς ἔχεις;
ἔχω κακῶς.
οὐδεμίαν ἔχω τῷ βίῳ χάριν.
κακῶς πράττω.
φαῦλόν ἐστι τὸ ἐμὸν πρᾶγμα.
τίς ἐσθ’ ὁ ἐν Λειψίᾳ βίος;
οὐκ ἄχαρις.
πάντ’ ἀγαθὰ πράττω, ὦ φίλε.
ἄμεινον πράττω ἢ χθές.
τί πράττει ὁ πατήρ σου;
εὐδαιμόνως πράττει.
τί δ’ ἄλλο παρ᾿ ὑμῖν;
πῶς ἔχεις;
ἔχω κακῶς.
οὐδεμίαν ἔχω τῷ βίῳ χάριν.
κακῶς πράττω.
φαῦλόν ἐστι τὸ ἐμὸν πρᾶγμα.
τίς ἐσθ’ ὁ ἐν Λειψίᾳ βίος;
οὐκ ἄχαρις.
Χαῖρε
![]() |
Ἡ μήτηρ ἀσπάζεται τὸν υἱόν. |
Τετελεσμένης τῆς τῶν Καταστερισμῶν ἀναγνώσεως, ἄρχεται ἡ ἀνάγνωσις τῶν Ἑλληνικῶν λόγων, τῶν ἐν τῷ Sprechen Sie Attisch? βιβλίῳ. Τοῦτο δὲ τὸ βιβλίον ὑπὸ Ἐδουάρδου Ἰωαννίδου Γερμανικοῦ γεγραμμένον διδάσκει λέγειν τῇ Ἀττικῇ τῆς Ἑλληνικῆς γλώττης διαλέκτῳ. Ἐν δὲ τῷ πρώτῳ διδάγματι μανθάνομεν ἀσπάζεσθαι τοὺς φίλους.
Ἀνάγνωσις τοῦ α’ διδάγματος
ὦ χαῖρε!
χαῖρ’ ὦ Κάρολε!
καὶ σύγε, ὦ Γούσταβε!
ὦ χαῖρε, φίλτατε!
ἀσπάζομαι!
Μύλλερον ἀσπάζομαι!
κἄγωγέ σε!
χαῖρε, χαῖρε, ὡς ἀσμένῳ μοι ἦλθες, ὦ φίλτατε!
ὦ χαῖρε, τί φέρεις;
ὦ χαῖρε, Περίκλεις, τί ἔστιν;
λέγεται τί καινόν; (νεώτερον.)
χαίρετε, ὦ φίλοι (ὦ δέσποιναι)! ὦ κόραι!
Παῦλος ἐπέστειλε φράσαι χαίρειν σοι.
ὦ φίλ’ ἄνερ!
χαῖρ’ ὦ Κάρολε!
καὶ σύγε, ὦ Γούσταβε!
ὦ χαῖρε, φίλτατε!
ἀσπάζομαι!
Μύλλερον ἀσπάζομαι!
κἄγωγέ σε!
χαῖρε, χαῖρε, ὡς ἀσμένῳ μοι ἦλθες, ὦ φίλτατε!
ὦ χαῖρε, τί φέρεις;
ὦ χαῖρε, Περίκλεις, τί ἔστιν;
λέγεται τί καινόν; (νεώτερον.)
χαίρετε, ὦ φίλοι (ὦ δέσποιναι)! ὦ κόραι!
Παῦλος ἐπέστειλε φράσαι χαίρειν σοι.
ὦ φίλ’ ἄνερ!
Thursday, October 22, 2015
Sunday, October 18, 2015
Saturday, October 17, 2015
Πᾶσαι αἱ τῶν Καταστερισμῶν ἠχωγραφαί
Friday, October 16, 2015
Γαλαξίας
![]() |
Ἀνάγκη ἦν τῷ Ἡρακλεῖ, βρέφει ὄντι, θηλάσαι τὴν τῆς Ἥρας θηλὴν ὡς ἀξιωθείη τῆς τοῦ Ὀλύμπου τιμῆς. Ὁ οῦν Ζεὺς ἐκέλευσε τὸν ῾Έρμὴν κομίσαι τὸν Ἡρακλέα πρὸς τὸν τῆς Ἥρας καθευδούσης μαστόν. Ὁ μὲν βρέφος ἐθήλαζε, ἡ δὲ Ἥρα ἀπεσείσατο αὐτό. Τὸ δὲ τῆς θεᾶς γάλα περισσεῦον ἔποιησε τὴν Γαλαξίαν.
Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων
![]() |
Ὁ τῆς Γαλαξίας κύκλος. |
Οὗτος γίνεται ἐν τοῖς φαινομένοις κύκλοις, ὃν προσαγορεύεσθαί φασι Γαλαξίαν· οὐ γὰρ ἐξῆν τοῖς Διὸς υἱοῖς τῆς οὐρανίου τιμῆς μετασχεῖν εἰ μή τις αὐτῶν θηλάσειε τὸν τῆς Ἣρας μαστόν. διόπερ φασὶ τὸν Ἑρμῆν ὑπὸ τὴν γένεσιν ἀνακομίσαι τὸν Ἡρακλέα καὶ προσσχεῖν αὐτὸν τῷ τῆς Ἣρας μαστῷ, τὸν δὲ θηλάζειν· ἐπινοήσασαν δὲ τὴν Ἣραν ἀποσείσασθαι αὐτόν, καὶ οὕτως ἐκχυθέντος τοῦ περισσεύματος ἀποτελεσθῆναι τὸν Γαλαξίαν κύκλον.
Πλανῆται
![]() |
Ἐισὶν πέντε πλανῆται ὑπὲρ πέντε θεῶν. Ὁ δὲ τοῦ Κρόνου Φαίνων, ὁ δὲ τοῦ Διὸς Φαέθων, ὁ δὲ τοῦ Ἄρεως Πυρόεις, ὁ δὲ τῆς Ἀφροδίτης Ἑωσφόρος ἢ Ἕσπερος, ὁ δὲ τοῦ Ἑρμοῦ Στίλβων.
|
Περὶ τῶν πέντε ἀστέρων τῶν καλουμένων πλανητῶν διὰ τὸ κίνησιν ἔχειν ἰδίαν αὐτούς.
Λέγονται [δὲ] Θεῶν εἶναι πέντε. Φαίνων λἐγεται ὁ τοῦ Κρόνου· Φαέθων ὁ τοῦ Διός· Πυρόεις ὁ τοῦ Ἄρεως, οὐ μέγας τὸ χρῶμα, ὅμοιος δὲ τῷ ἐν τῷ Αἰετῷ· Ἑωσφόρος ὁ τῆς Ἀφροδίτης καὶ Ἕσπερος· πάντων δὲ μέγιστός ἐστι τῶν ἄστρων· Στίλβων ὁ τοῦ Ἑρμοῦ· ἔστι δὲ λαμπρὸς καὶ μικρός· · τῷ δὲ Ἑρμῇ ἐδόθη διὰ τὸ πρῶτον αὐτὸν τὸν διάκοσμον ὁρίσαι τοῦ οὐρανοῦ καὶ τῶν ἄστρων τὰς τάξεις καὶ τὰς ὥρας μετρῆσαι καὶ ἐπισημασιῶν καιροὺς δεῖξαι. Στίλβων δὲ καλεῖται διὰ τὸ φαντασίαν τοιαύτην αὐτὸν ποιεῖν.
Προκυνός
![]() |
Οὗτός ἐστιν ὁ Προκύων, πρὸ τοῦ κυνὸς ὤν. Καὶ ὁ Προκύων καὶ ὁ Λαγὼς καὶ ἄλλα θηρία παράκεινται παρὰ Ὠρίωνα τὸν μέγαν κυνηγέτην.
|
Οὗτός ἐστιν ὁ πρὸ τοῦ μεγάλου Κυνός· Προκύων δὲ λέγεται ὡς πρὸ τοῦ κυνός· Ὠρίωνος δὲ κύων ἐστίν· λέγεται γὰρ διὰ τὸ φιλοκύνηγον αὐτὸν εἶναι παρατεθῆναι τοῦτον αὐτῷ· καὶ γὰρ Λαγωὸς ἐχόμενος καὶ ἄλλα θηρία παρ' αὐτὸν συνορᾶται.
Ἒχει δὲ ἀστέρας γ, ὧν εἷς ὁ πρῶτος [ἀνατέλλει] λαμπρός· καὶ ποιεῖ ὁμοιότητα τοῦ κυνός· διὸ καὶ Προκύων καλεῖται, καὶ πρότερος ἀνατέλλει καὶ δύνει ἐκείνου. Τὰ δὲ μετὰ ταῦτα ἄστρα γίνεται ἐν τῷ ζῳδιακῷ κύκλῳ, ὃν ὁ Ἣλιος διαπορεύεται ἐν ιβ μησίν, διόπερ καὶ τὰ ζῴδια τούτου ἰσάριθμά ἐστιν.
Saturday, October 10, 2015
Ὕδρου ἐν' ᾧ Κρατὴρ καὶ Κόραξ
![]() |
Ἔστιν ἑκάστῳ τῶν θεῶν ὄρνις τις ἱερός. Ὁ δὲ τοῦ Ἀπόλλωνος ὄρνις ἐστὶ ὁ κόραξ. Τότε οὖν ὁ Ἀπόλλων, βουλόμενος σπονδὴν ποιῆσαι, ἔπεμψε τὸν κόρακα ἵνα ἐνέγκοι ὕδωρ πρὸς αὐτόν.
|
![]() |
Ἦν δὲ συκῆ παρὰ τὴν πηγήν, τῶν σύκων μήπου πεπόνων. Ὁ δὲ κόραξ, ἐπιθυμῶν φαγεῖν τὰ σῦκα, ἔμεινεν ἐπὶ τοῦ δένδρου ἕως οἱ καρποὶ ἑτοῖμοι γένοιντο.
|
Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων
Tοῦτο τὸ ἄστρον κοινόν ἐστιν ἀπὸ πράξεως γεγονὸς ἐναργοῦς. τιμὴν γὰρ ἔχει ὁ κόραξ παρὰ τῷ Ἀπόλλωνι· ἑκάστῳ γὰρ τῶν Θεῶν ὄρνεόν ἐστιν ἀνακείμενον· θυσίας δὲ γενομένης τοῖς Θεοῖς σπονδὴν πεμφθεὶς κομίσαι [ἐνέγκαι] ἀπὸ κρήνης τινός, ἰδὼν παρὰ τὴν κρήνην συκῆν ὀλίνθους [ἐρινεοὺς] ἔχουσαν ἔμεινεν ἕως πεπανθῶσιν· μεθ' ἱκανὰς δὲ ἡμέρας πεπανθέντων τούτων καὶ φαγὼν τῶν συκῶν αἰσθόμενος τὸ ἁμάρτημα ἐξαρπάσας καὶ τὸν ἐν τῇ κρήνῃ ὕδρον ἔφερε σὺν τῷ κρατῆρι, φάσκων αὐτὸν ἐκπίνειν καθ' ἡμέραν τὸ γιγνόμενον ἐν τῇ κρήνῃ ὕδωρ· ὁ δὲ Ἀπόλλων ἐπιγνοὺς τὰ ὄντα τῷ μὲν κόρακι ἐν τοῖς ἀνθρώποις ἐπιτίμιον ἔθηκεν ἱκανὸν τὸν χρόνον τοῦτον διψῆν, καθάπερ Ἀριστοτέλης εἴρηκεν ἐν τοῖς περὶ θηρίων, καὶ Ἀρχέλαος δέ φησιν ὁμοίως ἐν τοῖς Ἰδιοφυέσιν. μνημόνευμα δὲ δώσων τῆς εἰς Θεοὺς ἁμαρτίας σαφές, εἰκονίσας ἐν τοῖς ἄστροις ἔθηκεν εἶναι τόν τε Ὑδρον καὶ <τὸν Κρατῆρα καὶ τὸν Κόρακα> μὴ δυνάμενον πιεῖν καὶ μὴ προσελθεῖν.
Ἒχουσι δ' ἀστέρας ὁ μὲν Ὕδρος ἐπ' ἄκρας τῆς κεφαλῆς γ λαμπρούς, ἐπὶ τῆς πρώτης καμπῆς ϛ, λαμπρὸν δὲ–α τὸν ἔσχατον, ἐπὶ τῆς δευτέρας καμπῆς γ, ἐπὶ τῆς τρίτης δ, ἐπὶ τῆς τετάρτης β, ἀπὸ τῆς ε καμπῆς μέχρι τῆς κέρκου θ ἀμαυρούς· τοὺς πάντας κζ. Ἒστι δὲ καὶ ἐπὶ τῆς κέρκου ὁ Κόραξ βλέπων εἰς δυσμάς· ἔχει δ' ἀστέρας ἐπὶ τοῦ ῥύγχους ἀμαυρὸν α, ἐπὶ τῆς πτέρυγος β, ἐπὶ τοῦ ὀρθοπυγίου β, ἐφ' ἑκατέρων ποδῶν ἄκρων α· τοὺς πάντας ζ. Τούτου δὲ ἱκανὸν ἀπέχων ἀπὸ τῆς καμπῆς ὁ Κρατὴρ κεῖται ἐγκεκλιμένος πρὸς τὰ γόνατα τῆς Παρθένου· ἔχει δὲ ἀστέρας ὁ Κρατὴρ ἐπὶ τοῦ χείλους β, <ὑφ' ἑκάτερα τὰ ὦτα β> ἀμαυρούς, ἐπὶ τὸ μέσον β, καὶ παρὰ τῷ πυθμένι β· τοὺς πάντας ι.
Saturday, October 3, 2015
Κενταύρου
![]() |
Οὗτός ἐστιν ὁ Χείρων, ὁ σοφώτατος ἐν τοῖς κενταύροις. Ἐγένετο γὰρ πρῶτον διδάσκαλος τοῦ Ἀσκληπιοῦ.
|
![]() |
Ἐπείτα δ'ἐπαίδευσε τὸν Ἀχιλλέα. |
![]() |
Τέλος δὲ ἀπέθανεν, τοῦ Ἡρακλέους ἐλθόντος πρὸς αὐτόν. Ἕν γὰρ τῶν τοῦ Ἡρακλέους τοξικῶν βελῶν πεσὸν ἐπὶ τὸν τοῦ Χείρωνος πόδα ἀπέκτεινεν αὐτόν.
|
![]() |
Ὁ δὲ Ζεὺς ἀνέθηκε τὸ εἶδος ἐπὶ τὸν οὐρανὸν διὰ τὴν εὐσέβειαν αὐτοῦ. |
Οὗτος δοκεῖ Χείρων εἶναι ὁ ἐν τῷ Πηλίῳ οἰκήσας, δικαιοσύνῃ δὲ ὑπερενέγκας πάντας ἀνθρώπους καὶ παιδεύσας Ἀσκληπιόν τε καὶ Ἀχιλλέα· ἐφ' ὃν Ἡρακλῆς δοκεῖ ἐλθεῖν δι' ἔρωτα, ᾧ καὶ συνεῖναι ἐν τῷ ἄντρῳ τιμῶν τὸν Πᾶνα. μόνον δὲ τῶν Κενταύρων οὐκ ἀνεῖλεν, ἀλλ' ἤκουεν αὐτοῦ, καθάπερ Ἀντισθένης φησὶν ὁ Σωκρατικὸς ἐν τῷ Ἡρακλεῖ. χρόνον δὲ ἱκανὸν ὁμιλούντων αὐτῶν ἐκ τῆς φαρέτρας αὐτοῦ βέλος ἐξέπεσεν εἰς τὸν πόδα τοῦ Χείρωνος καὶ οὕτως ἀποθανόντος αὐτοῦ ὁ Ζεὺς διὰ τὴν εὐσέβειαν καὶ τὸ σύμπτωμα ἐν τοῖς ἄστροις ἔθηκεν αὐτόν. ἔστι δὲ τὸ Θηρίον ἐν ταῖς χερσὶ πλησίον τοῦ Θυτηρίου· ὃ δοκεῖ προσφέρειν θύσων, ὅ ἐστι μέγιστον σημεῖον τῆς εὐσεβείας αὐτοῦ.
Ἒχει δὲ ἀστέρας ὑπεράνω τῆς κεφαλῆς ἀμαυροὺς γ, ἐφ' ἑκατέρων τῶν ὤμων λαμπρὸν α, <ἐπ'> ἀριστεροῦ ἀγκῶνος α, <ἐπ'> ἄκρας χειρὸς α, ἐπὶ μέσου τοῦ ἱππείου στήθους α, ἐφ' ἑκατέρων τῶν ἐμπροσθίων ὁπλῶν α, <ἐπὶ> ῥάχεως δ, <ἐπὶ> κοιλίας β λαμπρούς, <ἐπὶ> κέρκου γ, ἐπὶ τοῦ ἱππείου ἰσχίου α λαμπρόν, ἐφ' ἑκατέρων τῶν ὀπισθίων γονάτων α, ἐφ' ἑκατέρας ὁπλῆς α· τοὺς πάντας κδ. ἔχει δὲ καὶ ἐν ταῖς χερσὶ τὸ λεγόμενον Θηρίον, οὗ ποιοῦσι τὸ σχῆμα τετράγωνον. τινὲς δὲ ἀσκόν φασιν αὐτὸ εἶναι οἴνου, ἐξ οὗ σπένδει τοῖς Θεοῖς ἐπὶ τὸ Θυτήριον. ἔχει δὲ αὐτὸ ἐν τῇ δεξιᾷ χειρί, ἐν δὲ τῇ ἀριστερᾷ θύρσον. ἔχει δὲ ἀστέρας τὸ Θηρίον ἐπὶ τῆς κέρκου β, ἐπ' ἄκρου τοῦ ὀπισθίου ποδὸς λαμπρὸν α, <μεταξὺ ἀμφοτέρων τῶν ποδῶν α, ἐπὶ τῆς ῥάχεως λαμπρὸν α>, ἐπὶ τοῦ ἐμπροσθίου ποδὸς α λαμπρόν, καὶ ὑπ' αὐτὸν α, ἐπὶ τῆς κεφαλῆς γ· τοὺς πάντας ι.
Subscribe to:
Posts (Atom)