![]() |
Διόπερ ἐπιπρέπει αὐτῷ ἐν τῷ ἄστροις εἶναι. |
Χαίρετε, ὦ φιλέλληνες. Ὄνομα δέ μοι Βεδυερὸς καὶ μανθάνω τὴν Ἑλληνικὴν γλῶτταν, ἐμαυτὸν παιδευόμενος. Ὅταν δὴ σφάλματα ἐν ταύταις ταῖς σελίσιν εὕρητε, διορθώσατέ με γράφοντες πρός με ἐν τῇ Ἑλληνικῇ. Ἔρρωσθε.
Saturday, September 26, 2015
Θυτηρίου
Ἰχθύος
![]() |
Ἡ Δερκέτω, τῆς Συρίας θεά τε καὶ θυγάτηρ τῆς Ἀφροδίτης οὖσα, ἔπεσε νυκτὸς ἐν λίμνῃ τινὶ ἐγγὺς τῆς Βαμβύκης.
|
![]() |
Ἐπείδη ὁ Ἰχθύς ἔσωσεν αὐτήν, οἱ Σῦροι πολὺ ἐτίμων αὐτόν τε καὶ τὴν τῆς θεᾶς πτῶσιν. Ἰδού, ἡ λίμνη τῶν ἱερῶν ἰχθύων ἐν Ἐδέσσῃ.
|
![]() |
Ἡ δὲ θεὰ χάριν εἰδυῖα ἀνέθη εἰς τοὺς ἀστέρας τὸν Ἰχθὺν μετὰ τῶν τέκνων αὐτοῦ. |
Oὗτός ἐστιν ὁ μέγας καλούμενος Ἰχθύς, ὃν κάμπτειν λέγουσι τὸ ὕδωρ ἀπὸ τῆς τοῦ Ὑδροχόου ἐκχύσεως· ἱστορεῖται δ' οὗτος, ὡς Κτησίας φησί, πρότερον ἐν λίμνῃ τινὶ κατὰ τὴν Βαμβύκην εἶναι· ἐμπεσούσης δὲ τῆς Δερκετοῦς νυκτός, ἣν οἱ περὶ τοὺς τόπους οἰκοῦντες Συρίαν Θεόν ὠνόμασαν, οὗτος δοκεῖ σῶσαι αὐτήν· τούτου δὲ καὶ τοὺς δύο φασὶν Ἰχθύας ἐγγόνους εἶναι· οὓς πάντας δι' ἐκείνην Ἀφροδίτης οὖσαν θυγατέρα καὶ ἐτίμησαν καὶ ἐν τοῖς ἄστροις ἔθηκαν· ποιοῦσι δὲ οἱ τὴν χώραν ἐκείνην κατοικοῦντες χρυσοῦς τε καὶ ἀργυροῦς ἰχθύας καὶ ὡς ἱεροὺς τιμῶσι τελείαν περὶ τοῦ συμπτώματος τιμήν.
Ἔχει δὲ ἀστέρας ιβ, ὧν τοὺς ἐπὶ τοῦ ῥύγχους λαμπροὺς γ.
Saturday, September 19, 2015
Ποταμοῦ
![]() |
Οὐκ ἀκριβῶς ἴσμεν τίς ἐστιν οὗτος ὁ ποταμός . Οἱ μὲν λέγουσιν εἶναι τὸν Νεῖλον, τὸν τῆς Αἰγύπτου.
|
![]() |
Οἱ δὲ νομίζουσιν ὅτι ἐστὶν ὁ Ἠριδανός, ὁ τῆς Ιταλίας. |
![]() |
Ὁ μὲν Ποταμὸς κεῖται σήμερον ὅλως ἐν τῷ νότῳ, πάλαι δὲ μέρος τι αὐτοῦ ἐν τῷ βορέᾳ ἦν. |
Οὗτος ἐκ τοῦ ποδὸς τοῦ Ὠρίωνος τοῦ ἀριστεροῦ τὴν ἀρχὴν ἔχει· καλεῖται δὲ κατὰ μὲν τὸν Ἂρατον Ἠριδανός· οὐδεμίαν δὲ ἀπόδειξιν περὶ αὐτοῦ φέρει· ἕτεροι δέ φασι δικαιότατον αὐτὸν εἶναι Νεῖλον· μόνος γὰρ οὗτος ἀπὸ μεσημβρίας τὰς ἀρχὰς ἔχει. πολλοῖς δὲ ἄστροις διακεκόσμηται. ὑπόκειται δὲ αὐτῷ καὶ ὁ καλούμενος ἀστὴρ Κάνωβος, ὃς ἐγγίζει τῶν πηδαλίων τῆς Ἀργοῦς· τούτου δὲ οὐδὲν ἄστρον κατώτερον φαίνεται, διὸ καὶ Περίγειος καλεῖται.
Ἔχει δὲ ἀστέρας [ἐπὶ τῆς κεφαλῆς α,] ἐπὶ τῇ πρώτῃ καμπῇ γ, ἐπὶ τῇ δευτέρᾳ γ, ἐπὶ τῆς τρίτης ἕως τῶν ἐσχάτων ζ, ἅ φασιν εἶναι τὰ στόματα τοῦ Νείλου· τοὺς πάντας ιγ.
Κήτους
![]() |
Ὑπόμνημα οὖν τούτου τοῦ καλοῦ ἔργου ἀνετέθη ἐπὶ τὸν οὐρανόν. |
Τοῦτό ἐστιν ὃ Ποσειδῶν ἐπέπεμψε Κηφεῖ διὰ τὸ Κασσιέπειαν ἐρίσαι περὶ κάλλους ταῖς Νηρηίσιν. Περσεὺς δ' αὐτὸ ἀνεῖλε, καὶ διὰ τοῦτο εἰς τὰ ἄστρα ἐτέθη ὑπόμνημα τῆς πράξεως αὐτοῦ· ἱστορεῖ δὲ ταῦτα Σοφοκλῆς ὁ τῶν τραγῳδιῶν ποιητὴς ἐν τῇ Ἀνδρομέδᾳ.
Ἔχει δὲ ἀστέρας ἐπὶ τοῦ οὐραίου β λαμπρούς, ἀπὸ δὲ τῆς οὐρᾶς ἕως τοῦ κυρτώματος τοῦ κενεῶνος ε, ὑπὸ τὴν κοιλίαν ς· τοὺς πάντας ιγ.
Friday, September 11, 2015
Ἀργοῦς
![]() |
Αὕτη ἡ ναῦς τῶν ἐνδόξων ἡρώων, διὰ τῆς Ἀθηνᾶς τεκτονηθεῖσά τε καὶ κατασκευσθεῖσα καὶ τέλος ἐν τῷ οὐρανῷ ταχθεῖσα.
|
![]() |
Ἐν δὲ ταύτῃ τῇ εἰκόνι ὁρῶμεν ναῦν τινα ἔχουσαν ἱστὸν σὺν μεγάλῳ ἱστίῳ τε καὶ ναύτην στρέφοντα τοῖς οἴαξιν τὰ πηδάλια. |
Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων
Αὕτη διὰ τὴν Ἀθηνᾶν ἐν τοῖς ἄστροις ἐτάχθη, πρώτη γὰρ αὕτη ναῦς κατεσκευάσθη [καὶ ἀρχῆθεν ἐτεκτονήθη], φωνήεσσα δὲ γενομένη πρώτη τὸ πέλαγος διεῖλεν ἄβατον ὄν, ἵν' ᾖ τοῖς ἐπιγινομένοις παράδειγμα σαφέστατον. εἰς δὲ τὰ ἄστρα ἀνετέθη τὸ εἴδωλον οὐχ ὅλον αὐτῆς, οἱ δ' οἴακές εἰσιν ἕως τοῦ ἱστοῦ σὺν τοῖς πηδαλίοις, ὅπως ὁρῶντες οἱ τῇ ναυτιλίᾳ χρώμενοι θαρρῶσιν ἐπὶ τῇ ἐργασίᾳ, αὐτῆς τε ἡ δόξα ἀγήρατος διαμείνῃ οὔσης ἐν τοῖς Θεοῖς.
Ἔχει δὲ ἀστέρας ἐπὶ τῆς πρύμνης δ, ἐφ' ἑνὶ πηδαλίῳ ε, καὶ <ἐπὶ> τῷ ἑτέρῳ δ, <ἐπὶ> στυλίδος ἄκρας γ, <ἐπὶ> καταστρώματι ε, ὑπὸ τρόπιν ς, παραπλησίους ἀλλήλοις· <τοὺς πάντας κζ>.
Λαγωοῦ
![]() |
Ὥσπερ ὁ Ἀριστοτέλης φησίν, ἡ τοῦ λαγῶ θήλεια ἐπικυΐσκεταί τε καὶ πολλὰ τέκνα τίκτει. Ὁ δ'Ἑρμῆς ἀνέθηκε τὸ εἴδωλον ἐπὶ τὸν οὐρανόν. |
Οὗτός ἐστιν ὁ ἐν τῇ καλουμένῃ κυνηγίᾳ εὑρεθείς· διὰ δὲ τὴν ταχυτῆτα τοῦ ζῴου ὁ Ἑρμῆς δοκεῖ θεῖναι αὐτὸν ἐν τοῖς ἄστροις· μόνον δὲ τῶν τετραπόδων δοκεῖ κύειν πλείονα, ὧν τὰ μὲν κύει τὰ δ' ἔχει ἐν τῇ κοιλίᾳ, καθάπερ Ἀριστοτέλης ὁ φιλόσοφος λέγει ἐν τῇ περὶ τῶν ζῴων πραγματείᾳ.
Ἔχει δὲ ἀστέρας ἐφ' ἑκατέρων ὠτίων α, ἐπὶ τοῦ σώματος γ, ὧν ὁ ἐπὶ τῆς ῥάχεως λαμπρός, ἐφ' ἑκατέρων ὀπισθίων ποδῶν α· <τοὺς πάντας ζ>.
Sunday, September 6, 2015
Κυνός
![]() |
Ὁ οὖν Ζεὺς, ὡς τὸν κόσμον σώσων, τὴν μὲν ἀλώπεκα εἰς λίθον μετήλλαξε, τὸν δὲ κύνα εἰς τοὺς ἀστέρας ἀνέθηκεν.
|
![]() |
Ἄλλοι δέ φασιν τὸ ζῷον εἶναι τοῦ Ὠρίωνος καὶ σφόδρα χρησιμὸν αὐτῷ. Διὰ τούτου ἐπὶ τοῦ οὐρανοῦ κεῖσθαι. Καὶ δὴ καὶ οἱ θηρευταὶ τιμῶσιν τοὺς κύνας διὰ τὸ τὰ θηρία αὐτοῖς ἀμύνεσθαι.
|
Περὶ τούτου ἱστορεῖται ὅτι ἐστὶν ὁ δοθεὶς Εὐρώπῃ φύλαξ μετὰ τοῦ ἄκοντος· ἀμφότερα δὲ ταῦτα Μίνως ἔλαβε καὶ ὕστερον ὑπὸ Πρόκριδος ὑγιασθεὶς ἐκ νόσου ἐδωρήσατο αὐτῇ, μετὰ δὲ χρόνον Κέφαλος ἀμφοτέρων αὐτῶν ἐκράτησε διὰ τὸ εἶναι Πρόκριδος ἀνήρ· ἦλθε δὲ εἰς τὰς Θήβας ἐπὶ τὴν ἀλώπεκα ἄγων αὐτόν, εἰς ἣν λόγιον ἦν ὑπὸ μηδενὸς ἀπολέσθαι· οὐκ ἔχων οὖν ὅ τι ποιῆσαι ὁ Ζεὺς τὴν μὲν ἀπελίθωσε, τὸν δὲ εἰς τὰ ἄστρα ἀνήγαγεν ἄξιον κρίνας. ἕτεροι δέ φασιν αὐτὸν εἶναι κύνα Ὠρίωνος καὶ περὶ τὰς θήρας γινομένῳ συνέπεσθαι, καθάπερ καὶ τοῖς κυνηγετοῦσι πᾶσι τὸ ζῷον συναμύνασθαι δοκεῖ τὰ θηρία· ἀναχθῆναι δὲ αὐτὸν εἰς τὰ ἄστρα κατὰ τὴν τοῦ Ὠρίωνος ἀναγωγήν, καὶ τούτου εἰκότως γεγονότος διὰ τὸ μηδὲν ἀπολείπειν τῶν συμβεβηκότων Ὠρίωνι.
Ἔχει δὲ ἀστέρας ἐπὶ μὲν τῆς κεφαλῆς [ἢ γλώττης] α <ὃς Ἲσις καλεῖται>, ὃν καὶ Σείριον καλοῦσι· μέγας δ' ἐστὶ καὶ λαμπρός· τοὺς δὲ τοιούτους ἀστέρας οἱ ἀστρολόγοι Σειρίους καλοῦσι διὰ τὴν τῆς φλογὸς κίνησιν· <ἐπὶ δὲ τῆς γλώττης α λαμπρόν, ὃς Κύων καλεῖται, ἐπὶ τοῦ τραχήλου β>, ἐφ' ἑκατέρου ὤμου α ἀμαυρόν, <ἐπὶ> στήθους β, ἐπ' ἐμπροσθίου ποδὸς γ, <ἐπὶ τῆς ῥάχεως γ, ἐπὶ> κοιλίας β, ἐπὶ τοῦ ἀριστεροῦ ἰσχίου α, <ἐπ'> ἄκρῳ ποδὶ α, ἐπὶ δεξιοῦ ποδὸς α, <ἐπὶ> κέρκου α, τοὺς πάντας κ.
Subscribe to:
Posts (Atom)