Tuesday, December 10, 2019

Ξενοφῶντος Κύρου Ἀνάβασις




 Ἴδού, ἔργον μέγα τετέλεσται, ἡ ἀνάγνωσις τῆς Ξενοφῶντος Κύρου Ἀναβάσεως. Δίδοται γὰρ ὑμῖν δωρεὰν ἐν τῷ Librivox ἠχωγραφὴ σχεδὸν τρεισκαίδεκα ἥρας τείνουσα. Ἀπολαύετε οὖν αὐτῆς, ὦ φιλέλληνες.

Thursday, November 7, 2019

Περὶ τοῦ χρυσὸν ἀγοράζειν

Ὅταν χρυσὸν ἀγοράσαι θέλω, χρῶμαι τῷδε τῷ χρυσοπώλῃ ·

Kitco Metals Inc.
https://www.kitco.com/

Ἔξεστι γάρ μοι κατ᾽ ὀλίγον χρυσὸν ἢ ἄργυρον πρίασθαι. Δέχονται δὲ χρήματα Ἀμερικανὰ  Εὐρωπαϊκά τε Καναδικά τε καὶ Ἀγγλικά.

Wednesday, September 18, 2019

Ὥσπερ ὁ Κῦρος ἐν τῷ τοῦ Ἀστυάγου κόλπῳ.


Ἆρα οὐ δοκεῖ παιδάριον εἶναι τῷ πάππῳ περιβεβλημένον; Αὕτη γάρ ἐστιν ἡ χαρτίνη ἔκδοσις τοῦ ἡμετέρου λεξικοῦ κειμένη ἐπὶ τῷ Μεγάλῳ Λεξικῷ τῆς Ἑλληνικῆς Γλώσσης.


Ἔρρωσθε

Saturday, September 7, 2019

ΛΕΞΙΚΟΝ ΕΛΛΗΝΙΚΟΝ ἐν εἰκόσιν

Χαίρετε, ὦ φιλέλληνες. Καὶ ἔγωγε χαίρω ἀγγέλλων νέαν ἔκδοσιν τούτου τοῦ λεξικοῦ. Νῦν γὰρ τὸ βίβλιον εἰκοὺς ἔχον χρησιμώτερον εἴη ἄν τοῖς σπουδάζουσιν ἑλληνίζειν. Δίδωμι μὲν εἰωθὼς τὸ βιβλίον δωρεὰν ἐνταῦθα ·
Ἔξεστι δ' ὑμῖν καὶ πρίασθαι ·

Ἔρρωσθε

Tuesday, August 20, 2019

Πρόθυρον Ἑλληνορωμαϊκόν.

Ὦ φίλοι ἀναγνῶσται, ἔνθα εἰσὶ πᾶσαι αἱ δεκὰ καὶ ἑπτὰ κινηματογραφαὶ τοῦ ἔργου τοῦ ὀνομαζομένου Πρόθυρον Ἑλληνορωμαϊκόν. Ἀπολαύετε οὖν.



Καὶ ἔξεστιν ὑμῖν πρίασθαι τὸ βιβλίον ·


ἢ δωρεὰν ἀναγιγνώσκειν·

Monday, July 22, 2019

Νέα ἔκδοσις τῶν τοῦ Ποσσελίου διαλόγων.

Ἰδού, ὦ φίλοι ἀναγνῶσται, ἐν τῇδε τῇ νέᾳ ἐκδόσει ἡ τῶν φωνηέντων μακρότης σημαίνεται καὶ ἐν τῷ Ῥωμαϊκῳ ὕφει καὶ ὅπου ἂν δέῃ ἐν τῷ Ἑλληνίκῳ.



Πάλιν γὰρ ἐξετύπωσα τὸ  βιβλίον, ὃ δωρεὰν ἐνταῦθα εὑρήσετε ·


Ἔρρωσθε

Tuesday, July 16, 2019

Οἱ μετέχοντες τῆς τρίτης Ἑλληνικῆς Συνόδου.

Σήμερον πρωῒ ἐπεσκεψάμεθα κῆπον δενδρόφυτόν τινα. Ἐπαίσαμεν δὲ περιπατοῦντες. Ὁ μὲν γὰρ διδάσκαλος ἢ μαθητής τις μῦθον ἑξηγεῖτο. Οἱ δ' ἄλλοι ἀκούσαντες λέξιν διωρισμένην τινὰ ἀπεκρύπτοντο ἵνα μὴ ὁ  ἐξηγητὴς ἴδοι αὐτούς. Ὁ οὖν ἔσχατος  ὁ μὴ ἑωραμένος ἐνίκα. Ἐκεῖ δὲ ἐποιησάμεθα τάδε τὰ φωτογραφήματα.






Ἔρρωσθε.