Thursday, June 28, 2018

Μῦθοι Αἰσώπειοι· τμζ', τμη', τμθ'

Χελιδὼν καὶ δράκων

Cliff Swallow-27527-2

Χελιδών τις ἐποιήσατο τὴν νεοσσιὰν ἐν δικαστηρίῳ. Ἀποπταμένης δ' αὐτῆς, ὄφις ἀναβὰς  κατέφαγε τοὺς νεοττούς. Ἡ δὲ ἐπανελθοῦσα οὐκ ἀνεπαύετο ὑπ' ἄλλης ὅτι ἐν τῷ τόπῳ τοῦ δικαίου  λάβοι ἀδικίαν.

Ἀνάγνωσις τοῦ τμζ' μύθου

Χελιδὼν καὶ κορώνη <περὶ κάλλους φιλονεικοῦσαι>

Hirundo et Corvus

Ἡ μὲν χελιδὼν ἐνόμιζε καλλίων εἶναι τῆς κορώνης. Ἡ δὲ κορώνη ᾔνεσε τὸ ἑαυτῆς σῶμα διὰ τοῦς χειμῶνος διαμένον.

Ἀνάγνωσις τοῦ τμη' μύθου

Χελιδὼν καὶ ὄρνιθες

Mistleltoe in Lebanon


Ἡ χελιδὼν ἰδοῦσα τὸν ἰξὸν ἤδη παρεσκευασμένον ὥστε τοὺς ἀνρθώπους αὐτῷ χρωμένους συλλαμβάνειν τὰ πετεινά, ἐκάλεσε τοὺς ἄλλους ὄρνιθας εἰς ἐκκλησίαν. Δεῖ ἡμᾶς, ἔφη, ἢ διαφθεῖραι τὰς δρύας ὅπου ὁ ἰξὸς φύεται, ἢ ἱκετεῦσαι τοὺς ἀνθρώπους μὴ ἐκείνῳ χρῶνται. Οἱ μέντοι ὄρνιθες οὐ πεισθέντες κατεγέλασαν αὐτήν. Ἡ μὲν οὖν χελιδὼν παρὰ τοὺς ἀνθρώπους προσελθοῦσα ἐκεῖ παροικεῖ ἐν ἀσφαλείᾳ. Οἱ δ'  ὄρνιθες ἐν κινδύνῳ διὰ τὸν ἰξὸν ὄντες φοιτῶσι τοὺς ἀγρούς τε καὶ τὰς  ὕλας.

Ἀνάγνωσις τοῦ τμθ' μύθου


Χελιδὼν καὶ δράκων
Χελιδὼν ἔν τινι δικαστηρίῳ νεοττοποιησαμένη ἐξέπτη· δράκων δὲ προσερπύσας κατέφαγεν αὐτῆς τοὺς νεοττούς. Ἡ δὲ ἐπανελθοῦσα καὶ τὴν καλιὰν κενὴν εὑροῦσα ὑπερπαθῶς ἔστενεν. Ἑτέρας δὲ χελιδόνος παρηγορεῖν αὐτὴν πειρωμένης καὶ λεγούσης <ὅτι> οὐ μόνον αὐτὴν τέκνα ἀποϐαλεῖν συμϐέϐηκεν, ὑποτυχοῦσα εἶπεν· « Ἀλλ’ ἔγωγε οὐ τοσοῦτον ἐπὶ τοῖς τέκνοις κλαίω ὅσον ὅτι ἐν τούτῳ τῷ τόπῳ ἠδίκημαι ἐν ᾧ οἱ ἀδικούμενοι βοηθείας τυγχάνουσιν. »
Ὁ λόγος δηλοῖ ὅτι πολλάκις χαλεπώτεραι γίνονται τοῖς πάσχουσιν αἱ συμφοραί, ὅταν ὑφ’ ὧν ἥκιστα προσεδόκησαν ὑφίστωνται.
Χελιδὼν καὶ κορώνη <περὶ κάλλους φιλονεικοῦσαι>
Χελιδὼν καὶ κορώνη περὶ κάλλους ἐφιλονείκουν· ὑποτυχοῦσα δὲ ἡ κορώνη πρὸς αὐτὴν εἶπεν· « Ἀλλὰ τὸ μὲν σὸν κάλλος τὴν ἐαρινὴν ὥραν ἀνθεῖ, τὸ δὲ ἐμὸν σῶμα καὶ χειμῶνι παρατείνεται. »
Ὁ λόγος δηλοῖ ὅτι ἡ τοῦ σώματος παράτασις εὐπρεπείας καλλίων.
Χελιδὼν καὶ ὄρνιθες
Ἄρτι τοῦ ἰξοῦ φυομένου, χελιδὼν αἰσθομένη τὸν ἐνιστάμενον τοῖς πετεινοῖς κίνδυνον, συναθροίσασα πάντα τὰ ὄρνεα, συνεϐούλευσεν αὐτοῖς μάλιστα μὲν ταῖς ἰξοφόροις δρυσὶν ἐκκόψαι· εἰ δ’ ἄρα τοῦτο αὐτοῖς ἀδύνατον, ἐπὶ τοὺς ἀνθρώπους καταφυγεῖν καὶ τούτους ἱκετεῦσαι, ὅπως μὴ χρησάμενοι τῇ τοῦ ἰξοῦ ἐνεργείᾳ συλλαμϐάνωσιν αὐτά. Τῶν δὲ γελασάντων αὐτὴν ὡς ματαιολογοῦσαν, αὐτὴ παραγενομένη ἱκέτις τῶν ἀνθρώπων ἐγένετο. Οἱ δὲ ἀποδεξάμενοι αὐτὴν ἐπὶ τῇ συνέσει καὶ σύνοικον αὐτὴν προσελάϐοντο. Οὕτως συνέϐη τὰ μὲν λοιπὰ ἀγρευόμενα ὑπὸ τῶν ἀνθρώπων κατεσθίεσθαι, μόνην δὲ τὴν χελιδόνα ὡς πρόσφυγα καὶ ἐν ταῖς αὐτῶν οἰκίαις ἀδεῶς νεοττοποιεῖσθαι.
Ὁ λόγος δηλοῖ ὅτι οἱ τὰ μέλλοντα προορώμενοι εἰκότως τοὺς κινδύνους διακρούονται.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.