Ταῦρος καὶ αἶγες ἄγριαι
Ταῦρός τις λέοντα φυγὼν εἰς σπήλαιον εἰσῆλθεν ὅπου αἶγες ἦσαν. Αἱ μὲν ἐπετίθεντο αὐτῷ, ὁ δὲ τὸν λέοντα δεδοικὼς ὑπέμενεν αὐτάς.
Ἀνάγνωσις τοῦ τλβ' μύθου
Ταὼν καὶ γέρανος
Ταώς τις κατεφρόνει γεράνου ὡς οὐδὲν καλὸν ἐπὶ τοῖς πτεροῖς ἔχοντος. Ὁ δὲ γέρανος ἀπεκρίνατο λέγων ὅτι αὐτὸς μὲν πρὸς τὰς ἀστέρας πέτοιτο, ὁ δὲ ταὼς μετὰ τῶν ὀρνίθων μένοι.
Ἀνάγνωσις τοῦ τλγ' μύθου
Ταὼς καὶ κολοιός
Ὁ ταὼς ὑπερήφανος ὢν ἐβούλετο βασιλεὺς τῶν ὀρνέων γενέσθαι.Ἔφη γὰρ κάλλιστος αὐτῶν εἶναι. Ἀλλ' ὦ τᾶν, ἤρετο ὁ κολοιός, πῶς βασιλεὺς χειροτονηθεὶς σώσεις ἡμᾶς, ἐὰν ὁ ἀετὸς ἐπίῃ ἡμῖν;
Ἀνάγνωσις τοῦ τλδ' μύθου
Ταῦρος καὶ αἶγες ἄγριαι
Ταῦρος διωκόμενος ὑπὸ λέοντος κατέφυγεν εἴς τι σπήλαιον, ἐν ᾧ ἦσαν αἶγες ἄγριαι. Τυπτόμενος δὲ ὑπ’ αὐτῶν καὶ κερατιζόμενος ἔφη· « Ἀλλ’ οὐχ ὑμᾶς φοϐούμενος ἀνέχομαι, τὸν δὲ πρὸ τοῦ στομίου ἑστῶτα [λέοντα]. »
Οὕτω πολλοὶ διὰ φόϐον τῶν κρειττόνων καὶ τὰς ἐκ τῶν ἡττόνων ὕϐρεις ὑπομένουσιν.
Ταὼν καὶ γέρανος
Ταὼν γεράνου κατεγέλα, κωμῳδῶν τὴν χροιὰν αὐτοῦ καὶ λέγων ὡς « ἐγὼ μὲν χρυσὸν καὶ πορφύραν ἐνδέδυμαι, σὺ δὲ οὐδὲν καλὸν φέρεις ἐν πτεροῖς. » Ὁ δέ· « Ἀλλ’ ἐγώ, ἔφη, τῶν ἀστέρων ἔγγιστα φωνῶ, καὶ εἰς τὰ οὐράνια ὕψη ἵπταμαι· σὺ δέ, ὡς ἀλέκτωρ, κάτω μετ’ ὀρνίθων βαίνεις. »
Ὅτι κρεῖττον περίϐλεπτον εἶναί τινα ἐν πενιχρᾷ ἐσθῆτι ἢ ζῆν ἀδόξως πλούτῳ γαυρούμενον.
Ταὼς καὶ κολοιός
Τῶν ὀρνέων βουλευομένων περὶ βασιλείας, ταὼς ἠξίου αὐτὸν χειροτονῆσαι βασιλέα διὰ τὸ κάλλος. Ὡρμημένων δὲ ἐπὶ τοῦτο τῶν ὀρνέων, κολοιὸς εἶπεν· « Ἀλλ’ ἐάν, σοῦ βασιλεύοντος, ἀετὸς ἡμᾶς διώκῃ, πῶς ἡμῖν ἐπαρκέσεις ; »
Ὁ λόγος δηλοῖ ὅτι οὐ μεμπτοὶ ὅσοι προειδότες τοὺς μέλλοντας κινδύνους, πρὶν παθεῖν, φυλάττονται.
No comments:
Post a Comment
Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.