Friday, May 11, 2018

Μῦθοι Αἰσώπειοι· τκϛ', τκζ', τκη'

Σπάλαξ <καὶ μήτηρ>


Ὁ υἱὸς τῆς σπάλακος, καίπερ τυφλὸς ὤν, εἶπε τῇ μητρὶ ὅτι βλέποι. Ἡ δὲ προσσχοῦσα αὐτῷ κόκκον λιβάνου, ἔφη· τί ἐστι τοῦτο; τοῦ υἱοῦ ἀποκριναμένου ὅτι λιθίδιον εἴη, ἡ μήτηρ ἔγνω τὸ τέκνον οὔτε δυνάμενον ὄν βλέπειν οὔτε ὀσφραίνεσθαι.

Ἀνάγνωσις τοῦ τκϛ' μύθου

Σῦς ἄγριος καὶ ἀλώπηξ

A wild boar chafing its neck against a tree while a fox seat Wellcome V0020721ETL


Ὗς ἄγριος τοὺς ὀδόντας ὀξεῖς ἐποιεῖτο. Ἀλώπεκι δ' ἐρομένῃ τὴν αἰτίαν, οὐδενὸς κινδύνου παρόντος, ὁ ὗς εἶπεν ὅτι οὐ ἀν εἴη αὐτῷ σχολὴ τοῦ ποιεῖν τοῦτο, εἰ κίνδυνος παρείη.

Ἀνάγνωσις τοῦ τκζ' μύθου

Σῦς <ἄγριος> καὶ ἵππος καὶ κυνηγέτης



Ὗς καὶ ἵππος ἐν τῷ αὐτῷ νέμῳ ἐτρέφοντο. Τοῦ ὑὸς ρὑπαροῦ καὶ ἀγρίου ὄντος, ὁ ἵππος ἐκάλεσε θηρευτὴν εἰς βοήθειαν ἐπ' αὐτόν. Ἀνάγκη δὲ ἦν τὸν ἱππὸν δέξασθαι τὸν χαλινὸν ἀπὸ τοῦ ἀνθρώπου. Ὁ μὲν θηρευτὴς ἐπιβὰς ἤλαυνε τὸν ἵππον ὥστε νικῆσαι τὸν ὗα. Ἐπεῖτα μὴν οὐκ ἠλευθέρωσεν αὐτόν.

Ἀνάγνωσις τοῦ τκη' μύθου


Σπάλαξ <καὶ μήτηρ>
Σπάλαξ (ἐστὶ δὲ τοῦτο τὸ ζῷον τυφλὸν) λέγει πρὸς τὴν ἑαυτοῦ μητέρα ὅτι βλέπει. Κἀκείνη πειράζουσα αὐτὸν χόνδρον λιϐανωτοῦ δοῦσα ἐπηρώτα τί ποτε εἴη. Τοῦ δὲ εἰπόντος ψηφῖδα, ἔφη· « Ὦ τέκνον, οὐ μόνον τοῦ βλέπειν ἐστέρησαι, ἀλλὰ καὶ τὰς ὀσφρήσεις ἀποϐέϐλησαι. »
Οὕτως ἔνιοι τῶν ἀλαζόνων, [μέχρις οὗ] τὰ ἀδύνατα κατεπαγγέλλονται, καὶ ἐν τοῖς ἐλαχίστοις ἐξελέγχονται.
Σῦς ἄγριος καὶ ἀλώπηξ
Σῦς ἄγριος ἑστὼς παρά τι δένδρον τοὺς ὀδόντας ἠκόνα. Ἀλώπεκος δὲ αὐτὸν ἐρομένης τὴν αἰτίαν δι’ ἥν, μηδενὸς αὐτῷ μήτε κυνηγέτου μήτε κινδύνου ἐφεστῶτος, τοὺς ὀδόντας θήγει, ἔφη· « Ἀλλ’ ἔγωγε οὐ ματαίως τοῦτο ποιῶ· ἐὰν γάρ με κίνδυνος καταλάϐῃ, οὐ τότε περὶ τὸ ἀκονᾶν ἀσχοληθήσομαι, ἑτοίμοις δὲ οὖσι χρήσομαι. »
Ὁ λόγος διδάσκει δεῖν πρὸ τῶν κινδύνων τὰς παρασκευὰς ποιεῖσθαι.
Σῦς <ἄγριος> καὶ ἵππος καὶ κυνηγέτης
Σῦς ἄγριος καὶ ἵππος ἐν ταὐτῷ ἐνέμοντο. Τοῦ δὲ συὸς παρ’ ἕκαστα τὴν πόαν διαφθείροντος καὶ τὸ ὕδωρ θολοῦντος, ὁ ἵππος βουλόμενος αὐτὸν ἀμύνασθαι [ἐπὶ] κυνηγέτην σύμμαχον παρέλαϐε. Κἀκείνου εἰπόντος μὴ ἄλλως δύνασθαι αὐτῷ βοηθεῖν, ἐὰν μὴ χαλινόν τε ὑπομείνῃ καὶ αὐτὸν ἐπιϐάτην δέξηται, ὁ ἵππος πάντα ὑπέστη. Καὶ ὁ κυνηγέτης ἐποχηθεὶς αὐτῷ καὶ τὸν σῦν κατηγωνίσατο καὶ τὸν ἵππον προσαγαγὼν τῇ φάτνῃ προσέδησεν.
Οὕτω πολλοὶ δι’ ἀλόγιστον ὀργήν, ἕως τοὺς ἐχθροὺς ἀμύνασθαι θέλουσιν, ἑαυτοὺς ἑτέροις ὑπορρίπτουσιν.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.