Friday, March 16, 2018

Μῦθοι Αἰσώπειοι· τβ', τγ', τδ'

Περιστερὰ καὶ κορώνη


Κορώνη ἀκούσασα περιστερᾶς ἐν οἰκίσκῳ οὖσης καὶ περὶ τῶν τέκνων αὐτῆς καυχωμένης· παῦε, ἔφη, μεγαλοφρονοῦσα, ὦ μῆτερ τῶν μελλόντων δούλων.

Ἀνάγνωσις τοῦ τβ' μύθου

Πῆραι δύο


Προμηθεὺς  ὁ δημιουργὸς ἔκτισε τοὺς ἀνθρώπους πήρα βαστάζοντας. Ἡ μὲν γὰρ ἔμπροσθεν ἔχει τὰ τῶν ἄλλων κακά, ἃτινα ἔξεστιν ἡμῖν κατανοεῖν. Ἡ δὲ  ὀπίσω τὰ ἡμῶν αὐτῶν, ἀόρατα ὄντα.

Ἀνάγνωσις τοῦ τγ' μύθου

Πίθηξ καὶ ἁλιεῖς

09. THE MONKEY AND THE FISHERMEN
Πίθηκός τις ἰδὼν ἁλιεῖς εἰς ποταμὸν τὰ δίκτυα βάλλοντας, ἐβούλετο μιμεῖσθαι αὐτούς. Ἀποχωρησάντων οὖν τῶν ἁλιέων, τὸ ζῷον προσελθὸν ἔβαλε τὴν σαγήνην. Ἁψάμενος μέντοι τῶν δικτύων ἔμελλεν ἀποθνῄσκειν. Διόπερ κατεῖπεν ἑαυτοῦ τὴν μανίαν ὡς ταῦτα πειρασάμενος ἃ οὐκ εἰδείη.

Ἀνάγνωσις τοῦ τδ' μύθου


Περιστερὰ καὶ κορώνη
Περιστερὰ ἔν τινι περιστεροτροφείῳ τρεφομένη ἐπὶ πολυτεκνίᾳ ἐφρυάττετο. Κορώνη δὲ ἀκούσασα αὐτῆς τῶν λόγων ἔφη· « Ἀλλ’, ὦ αὕτη, πέπαυσο ἐπὶ τούτῳ ἀλαζονευομένη· ὅσῳ γὰρ ἂν πλέονα τέκνα σχῇς, τοσούτῳ περισσοτέρας δουλείας στενάξεις. »
Οὕτω καὶ τῶν οἰκετῶν δυστυχέστατοί εἰσιν ὅσοι ἐν τῇ δουλείᾳ τεκνοποιοῦσιν.
Πῆραι δύο
Προμηθεὺς πλάσας ποτὲ ἀνθρώπους δύο πήρας ἐξ αὐτῶν ἀπεκρέμασε, τὴν μὲν ἀλλοτρίων κακῶν, τὴν δὲ ἰδίων, καὶ τὴν μὲν τῶν ὀθνείων ἔμπροσθεν ἔταξε, τὴν δὲ ἑτέραν ὄπισθεν ἀπήρτησεν. Ἐξ οὗ δὴ συνέϐη τοὺς ἀνθρώπους τὰ μὲν ἀλλότρια κακὰ ἐξ ἀπόπτου κατοπτάζεσθαι, τὰ δὲ ἴδια μὴ προορᾶσθαι.
Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα πολυπράγμονα, ὃς ἐν τοῖς ἑαυτοῦ πράγμασι τυφλώττων τῶν μηδὲν προσηκόντων κήδεται.
Πίθηξ καὶ ἁλιεῖς
Πίθηξ ἔν τινι ὑψηλῷ δένδρῳ καθήμενος, ὡς ἐθεάσατο ἁλιεῖς ἐπί τινος ποταμοῦ σαγήνην βάλλοντας, παρετήρει τὰ ὑπ’ αὐτῶν γινόμενα. Καὶ δὴ τούτων τὴν σαγήνην ἐασάντων, καὶ μικρὸν ὑποχωρησάντων τοῦ φαγεῖν, καταϐὰς ἀπὸ τοῦ δένδρου, ἐπειρᾶτο μιμεῖσθαι αὐτούς· φασὶ γὰρ μιμητικὸν εἶναι τὸ ζῷον τοῦτο. Ἐφαψάμενος δὲ τῶν δικτύων καὶ συλληφθεὶς ἐκινδύνευε πνιγῆναι. Ὁ δὲ πρὸς ἑαυτὸν ἔφη· « Ἀλλ’ ἔγωγε δίκαια πέπονθα· τί γὰρ ἁλιεύειν μὴ μαθὼν τούτῳ ἐπεχείρουν ; »
Ὁ λόγος δηλοῖ ὅτι ἡ τῶν μηδὲν προσηκόντων ἐπιχείρησις οὐ μόνον ἀσύμφορος, ἀλλὰ καὶ ἐπιϐλαϐής ἐστι.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.