Κόραξ καὶ Ἑρμῆς
Κόραξ τις ἐν πάγῃ συνειληγμένος ἐπήγγειλε θύσειν τῷ Ἀπολλῶνι ἐὰν σωθῇ. Τοῦτο οὖν παρέδωκεν ὁ θεός. Ἔπειτα δὲ ἐπιλαθόμενος καὶ πάλιν ἐν πάγῃ ἁλοὺς ὁ κόραξ προσηύχετο τῷ Ἑρμῇ. Ὁ δὲ οὐκ ἐδέξατο τὴν δέησιν αὐτοῦ ὡς ψευδοῦς ὄντος.
Ἀνάγνωσις τοῦ ρξϛ' μύθου
Κόραξ καὶ ὄφις
Οὗτος ὁ μῦθος ὅμοιός ἐστι τῷ ρκη'. Κόραξ γάρ τις πειρασάμενος ὄφιν λαβεῖν ἀπέθανε διὰ τὸν τοῦ ὄφεως ἰόν.
Ἀνάγνωσις τοῦ ρξζ' μύθου
Κόραξ νοσῶν
Κόραξ τις ἀσθενὴς ὢν παρῃτήσατο τὴν μητέρα προσεύχεσθαι ὑπὲρ αὐτοῦ. Ἀλλὰ τίς τῶν θεῶν βοηθήσει αὐτῷ κλέπτοντι τὴν σάρκα προσδεδομένην αὐτοῖς;
Ἀνάγνωσις τοῦ ρξη' μύθου
Κόραξ καὶ Ἑρμῆς
Κόραξ ἐν παγίδι κρατηθεὶς ηὔξατο τῷ Ἀπόλλωνι λιβανωτὸν ἐπιθύσειν, εἰ τῆς παγίδος αὐτὸν ῥύσειε. Σωθεὶς δὲ τῆς ὑποσχέσεως ἐπελάθετο. Αὖθις δὲ ἐν ἑτέρᾳ παγίδι ληφθείς, ἀφεὶς τὸν Ἀπόλλωνα, τῷ Ἑρμῇ ηὔξατο θῦσαι. Ὁ δὲ πρὸς αὐτὸν εἶπεν· « Ὦ κάκιστον ζῷον, πῶς σοι πιστεύσω, ὅτι πρότερόν σου δεσπότην ἠδίκησας; »
Ὅτι οἱ πρὸς τοὺς εὐεργέτας ἀγνώμενες γενόμενον ἐν περιστάσει ἐμπεσόντες οὐχ ἕξουσι βοηθούς.
Κόραξ καὶ ὄφις
Κόραξ τροφῆς ἀπορῶν, ὡς ἐθέασατο ὄφιν ἔν τινι εὐηλίῳ τόπῳ κοιμώμενον, τοῦτον καταπτὰς ἥρπασε. Τοῦ δὲ ἐπιστραφέντος καὶ δακόντος αὐτόν, ἀποθνῄσκειν μέλλων, ἔφη· « Ἀλλ᾿ ἔγωγε δείλαιος, ὅστις τοιοῦτον ἕρμαιον εὕρηκα ἐξ οὗ καὶ ἀπόλλυμαι .»
Οὗτος ὁ λόγος λεχθείη ἂν ἐπ᾿ ἄνδρα ὅς διὰ θησαυροῦ εὕρεσιν καὶ περὶ σωτηρίας ἐκινδύνευσεν.
Κόραξ νοσῶν
Κόραξ νοσῶν ἔφη τῇ μητρί· « Μῆτερ, εὔχου τῷ θεῷ καὶ μὴ θρήνει. » Ἡ δ᾿ ὑπολαβοῦσα ἔφη· « Τίς σε, ὦ τέκνον, τῶν θεῶν ἐλεήσει; τίνος γὰρ κρέας ὑπὸ σοῦ γε οὐκ ἐκλάπη; »
Ὁ μῦθος δηλοῖ ὅτι οἱ πολλοὺς ἐχθροὺς ἐν βίῳ ἔχοντες οὐδένα φίλον ἐν ἀνάγκῃ εὑρήσουσιν.
No comments:
Post a Comment
Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.