Χαίρετε, ὦ φιλέλληνες. Ὄνομα δέ μοι Βεδυερὸς καὶ μανθάνω τὴν Ἑλληνικὴν γλῶτταν, ἐμαυτὸν παιδευόμενος. Ὅταν δὴ σφάλματα ἐν ταύταις ταῖς σελίσιν εὕρητε, διορθώσατέ με γράφοντες πρός με ἐν τῇ Ἑλληνικῇ. Ἔρρωσθε.
Sunday, July 24, 2016
Friday, July 22, 2016
Μῦθοι Αἰσώπειοι· μϛ', μζ', μη'
Ἀνὴρ ἀδύνατα ἐπαγγελλόμενος
Ἀνήρ τις νοσῶν ὑπισχνεῖται τοῖς θεοῖς θύσειν ἑκατὸν βόας ἵνα σώσωσιν αὐτόν. Ἡ δὲ γυνὴ ἀπορεῖ ὅτι τοῦτο ἀδύνατον αὐτοῖς πένησιν οὖσιν. Ὁ δ' ἀποκρινάμενος λέγει αὐτῇ· μὴ μερίμνα, γύναι. Οὐ γὰρ σωθήσομαι.
Ἀνὴρ δειλὸς καὶ κόρακες
Ἄνθρωπός τις εἰς πόλεμον περευόμενος λίαν ἐφοβεῖτο τοὺς κόρακας φθεγγομένους. Τέλος δὲ ἐθάρσησέ τι ὅτι οἱ ὄρνιθες οὐ δύνανται φαγεῖν αὐτόν.
Ἀνάγνωσις τοῦ μζ' μύθου
Ἀνὴρ <δηχθεὶς ὑπὸ μύρμηκος> καὶ Ἑρμῆς
Οἱ μὲν θεοὶ οὐ φείδονται τῶν ἐν νηῒ καταβαινούσῃ,καὶ τῶν δικαίων τῶν ἀδίκων. Ὁ δὲ ἀνὴρ ὁ μεμφθεὶς αὐτούς, ἑνὸς μύρμηκος δακόντος, ἀποκτείνει πάντας τοὺς μύρμηκας. Διὰ τοῦτο ὁ Ἑρμῆς τῷ κηρυκείῳ πλήσσει αὐτόν.
Ἀνάγνωσις τοῦ μη' μύθου
Ἀνὴρ ἀδύνατα ἐπαγγελλόμενος
Ἀνὴρ πένης νοσῶν καὶ κακῶς διακείμενος, ἐπειδὴ ἀπὸ τῶν ἰατρῶν ἀπηλπίσθη, τοῖς θεοῖς ηὔχετο ἑκατόμβην ποιήσειν ἐπαγγελλόμενος καὶ ἀναθήματα καθιερώσειν, ἐὰν ἐξαναστῇ. Τῆς δὲ γυναικὸς (ἐτύγχανε γὰρ αὐτῷ παρεστῶσα) πυνθανομένης· « Καὶ πόθεν αὐτὰ ἀποδώσεις; » ἔφη· « Νομίζεις γάρ με ἐξαναστήσεσθαι, ἵνα καὶ ταῦτά με οἱ θεοὶ ἀπαιτήσωσιν; »
Ὁ λόγος δηλοῖ ὅτι ταῦτα ῥᾴδιον ἄνθρωποι κατεπαγγέλλονται ἃ τελέσειν ἔργῳ οὐ προσδοκῶσιν.
Ἀνὴρ δειλὸς καὶ κόρακες
Ἀνὴρ δειλὸς ἐπὶ πόλεμον ἐξῄει. Φθεγξαμένων δὲ κοράκων, τὰ ὅπλα θεὶς ἡσύχαζεν, εἶτ᾿ ἀναλαβὼν αὖθις ἐξῄει, καὶ φθεγγομένων πάλιν, ὑπέστη καὶ τέλος εἶπεν· « Ὑμεῖς κεκράξεσθε μὲν ὡς δύνασθε μέγιστον· ἐμοῦ δὲ οὐ γεύσεσθε. »
Ὁ μῦθος περὶ τῶν σφόδρα δειλῶν.
Ἀνὴρ <δηχθεὶς ὑπὸ μύρμηκος> καὶ Ἑρμῆς
Ναῦν ποτε μετὰ τῶν ἀνδρῶν βυθισθεῖσαν ἰδών τις ἀδίκως ἔλεγε τοὺς θεοὺς κρίνειν· δι᾿ ἕνα γὰρ ἀσεβῆ συναπώλοντο καὶ ἀναίτιοι. Ταῦτα αὐτοῦ λέγοντος, μυρμήκων πολλῶν ὄντων ἐν τῷ τόπῳ ἐν ᾧ ἔτυχεν ἱστάμενος, συνέβη ὑφ᾿ ἑνὸς δηχθῆναι τοῦτον. Ὁ δὲ ὑφ᾿ ἑνὸς δηχθεὶς συνεπάτησε τοὺς πάντας. Ἑρμῆς δὲ ἐπιστὰς αὐτῷ καὶ τῇ ῥάβδῳ παίων εἶπεν· « Εἶτα οὐκ ἀνέχῃ σὺ τοὺς θεοὺς δικαστὰς εἶναι οἷος εἶ σὺ τῶν μυρμήκων; »
Ὅτι μηδεὶς θεοῦ βλασφημείτω, συμφορᾶς ἐπελθούσης, μᾶλλον δὲ σκοπείτω τὰς οἰκείας ἁμαρτίας.

Tuesday, July 19, 2016
Saturday, July 16, 2016
Μῦθοι Αἰσώπειοι· μγ', μδ', με'
Ἀλώπηξ πρὸς μορμολύκειον
Ἀνάγνωσις τοῦ μγ' μύθου
Ἄνδρες <δύο περὶ θεῶν ἐρίζοντες>
Ἀνάγνωσις τοῦ μδ' μύθου
Ἀνδροφόνος
Ἀνάγνωσις τοῦ με' μύθου
Ἀλώπηξ πρὸς μορμολύκειον
Ἀλώπηξ εἰς οἰκίαν ἐλθοῦσα ὑποκριτοῦ καὶ ἕκαστα τῶν αὐτοῦ σκευῶν διερευνωμένη, εὗρε καὶ κεφαλὴν μορμολυκείου εὐφυῶς κατεσκευασμένην, ἣν καὶ ἀναλαβοῦσα ταῖς χερσὶν ἔφη· « Ὢ οἵα κεφαλή, καὶ ἐγκέφαλον οὐκ ἔχει. »
Ὁ μῦθος πρὸς ἄνδρας μεγαλοπρεπεῖς μὲν τῷ σώματι, κατὰ ψυχὴν δὲ ἀλογίστους.
Ἄνδρες <δύο περὶ θεῶν ἐρίζοντες>
Ἄνδρες δύο ἐμάχοντο τίνες τῶν θεῶν μείζους, Θησεὺς ἢ Ἡρακλῆς. Οἱ δὲ θεοὶ ὀργισθέντες αὐτοῖς ἑκάτερος τὴν ἑτέρου χώραν ἠμύνατο.
Ὅτι τῶν ὑπεξουσίων ἡ ἔρις τοὺς δεσπότας πείθει ὀργίλους εἶναι κατὰ τῶν ὑπηκόων.
Ἀνδροφόνος
Ἄνθρωπόν τις ἀποκτείνας ὑπὸ τῶν ἐκείνου συγγενῶν ἐδιώκετο· γενόμενος δὲ κατὰ τὸν Νεῖλον ποταμόν, λύκου αὐτῷ ἀπαντήσαντος, φοβηθεὶς ἀνέβη ἐπὶ δένδρου τῷ ποταμῷ παρακειμένου καὶ ἐκεῖ ἐκρύπτετο. Θεασάμενος δὲ ἐνταῦθα δράκοντα κατ᾿ αὐτοῦ διαιρόμενον, ἑαυτὸν εἰς τὸν ποταμὸν καθῆκεν· ἐν δὲ τῷ ποταμῷ κροκόδειλος αὐτὸν κατεθοινήσατο.
Ὁ λόγος δηλοῖ ὅτι τοῖς ἐναγέσι τῶν ἀνθρώπων οὔτε γῆς, οὔτε ἀέρος, οὔτε ὕδατος στοιχεῖον ἀσφαλές ἐστι.

Friday, July 8, 2016
Μῦθοι Αἰσώπειοι· μ', μα', μβ'
Ἀλώπηξ καὶ τράγος
Ἀλώπηξ τις ἐισέπεσεν εἰς φρέαρ. Ἐπεὶ οὐκ ἐδύνατο ἐξελθεῖν, ἠπάτησε τράγον τινα ἵνα εἰς τὸ αὐτὸ φρέαρ καταβαίη. Ἡ δὲ ἀναβᾶσα διὰ τοῦ τράγου κατέλειψεν αὐτὸν ἐν τῷ φρέατι διαμένοντα. Καὶ δὴ καὶ, τοῦ τράγου ἀυτὴν μεμφομένου, κατεγέλασε αὐτόν.Ἀνάγνωσις τοῦ μ' μύθου
Ἀλώπηξ κόλουρος
Αὑτὴ ἡ ἀλώπηξ εἰς πάγην εἰσπεσοῦσα οὐκέτι εἶχε τὴν οὐράν. Πειρησαμένη πείθειν τὰς ἄλλας μὴ οὐρὰν ἔχειν, οὐχ οἵα τ' ἦν. Τοῦτο γὰρ μόνον τῇ κολούρῳ ἀλώπεκι συμφέρει.Ἀνάγνωσις τοῦ μα' μύθου
Ἀλώπηξ <μηδέποτε θεασαμένη λέοντα>
Τὸ πρῶτον ἡ ἀλώπηξ ἰδοῦσα τὸν λέοντα ἐφοβήθη. Τὸ δὲ δευτέρον ἀπαντήσασα αὐτῷ μεῖον ἐφοβήθη. Τὸ δὲ τρίτον συνελάλησε τῷ λέοντι.
Ἀνάγνωσις τοῦ μβ' μύθου
Ἀλώπηξ καὶ τράγος
Ἀλώπηξ πεσοῦσα εἰς φρέαρ ὑπ᾿ ἀνάγκης ἔμεινε. Τράγος δὲ δίψει συνεχόμενος ἐγένετο κατὰ τὸ αὐτὸ φρέαρ· θεασάμενος δὲ αὐτὴν ἐπυνθάνετο εἰ καλόν ἐστι τὸ ὕδωρ· ἡ δὲ τὴν συντυχίαν ἀσμενισαμένη εἰς ἔπαινον τοῦ ὕδατος κατέτεινε, λέγουσα ὡς χρηστὸν εἴη τὸ ὕδωρ, καὶ καταβαίνειν αὐτὸν παρῄνει. Ἐπεὶ δὲ ἀμελετήτως κατῆλθε διὰ τὴν ἐπιθυμίαν, ἅμα τῷ τὴν δίψαν σβέσαι μετὰ τῆς ἀλώπεκος ἐσκόπει τὴν ἄνοδον. Καὶ ἡ ἀλώπηξ ὑποτυχοῦσα εἶπε· « Χρήσιμον οἶδα, ἐὰν μόνον θελήσῃς τὴν ἀμφοτέρων σωτηρίαν. Θέλησον οὖν τοὺς ἐμπροσθίους πόδας ἐρεῖσαι τῷ τοίχῳ, ὀρθῶσαι δὲ τὰ κέρατα, ἀναδραμοῦσα δὲ ἐγὼ καὶ σὲ ἀνασπάσω. » Τοῦ δὲ πρὸς τὴν παραίνεσιν αὐτῆς ἑτοίμως ἐπακούσαντος, ἡ ἀλώπηξ ἀναλομένη διὰ τῶν σκελῶν αὐτοῦ καὶ τῶν ὤμων καὶ τῶν κεράτων ἐπὶ τὸ στόμα τοῦ φρέατος εὑρέθη καὶ ἀνελθοῦσα ἀπηλλάττετο. Τοῦ δὲ τράγου μεμφομένου αὐτὴν ὡς τὰς ὁμολογίας ἀθετήσασαν, ἐπιστραφεῖσα εἶπε τῷ τράγῳ· « Ὦ οὗτος, εἰ τοσαύτας φρένας εἶχες ὅσας ἐν τῷ πώγωνί σου τρίχας, οὐ πρότερον <ἂν> κατεβεβήκεις πρὶν τὴν ἄνοδον ἐσκέψω. »
Οὕτως καὶ τῶν ἀνθρώπων τοὺς φρονίμους δεῖ πρότερον τὰ τέλη τῶν πραγμάτων σκοπεῖν, εἶθ᾿ οὕτως αὐτοῖς ἐγχειρεῖν.
Ἀλώπηξ κόλουρος
Ἀλώπηξ ὑπό τινος πάγης τὴν οὐρὰν ἀποκοπεῖσα, ἐπειδὴ δι᾿ αἰσχύνην ἀβίωτον ἡγεῖτο τὸν βίον ἔχειν, ἔγνω δεῖν καὶ τὰς ἄλλας ἀλώπεκας εἰς τὸ αὐτὸ προαγαγεῖν, ἵνα τῷ κοινῷ πάθει τὸ ἴδιον ἐλάττωμα συγκρύψῃ. Καὶ δὴ ἁπάσας ἀθροίσασα παρῄνει αὐταῖς τὰς οὐρὰς ἀποκόπτειν, λέγουσα ὡς οὐκ ἀπρεπὲς μόνον τοῦτο, ἀλλὰ καὶ περισσόν τι αὐταῖς βάρος προσήρτηται. Τούτων δέ τις ὑποτυχοῦσα ἔφη· « Ὦ αὕτη, ἀλλ᾿ εἰ <μή> σοι τοῦτο συνέφερεν, οὐκ ἂν ἡμῖν τοῦτο συνεβούλευσας. »
Οὗτος ὁ λόγος ἁρμόττει πρὸς ἐκείνους οἳ τὰς συμβουλίας ποιοῦνται τοῖς πέλας οὐ δι᾿ εὔνοιαν, ἀλλὰ διὰ τὸ ἑαυτοῖς συμφέρον.
Ἀλώπηξ <μηδέποτε θεασαμένη λέοντα>
Ἀλώπηξ μηδέποτε θεασαμένη λέοντα, ἐπειδὴ κατά τινα συντυχίαν ὑπήντησε, τὸ μὲν πρῶτον ἰδοῦσα οὕτως διεταράχθη ὡς μικροῦ καὶ ἀποθανεῖν. Ἐκ δευτέρου δὲ αὐτῷ περιτυχοῦσα ἐφοβήθη μέν, ἀλλ᾿ οὐχ οὕτως ὡς τὸ πρότερον. Ἐκ τρίτου δὲ θεασαμένη οὕτω κατεθάρρησεν ὡς καὶ προσελθοῦσα αὐτῷ διελέχθη.
Ὁ λόγος δηλοῖ ὅτι ἡ συνήθεια καὶ τὰ φοβερὰ τῶν πραγμάτων καταπραΰνει.

Wednesday, July 6, 2016
Friday, July 1, 2016
Μῦθοι Αἰσώπειοι· λζ', λη', λθ'
Ἀλώπηξ καὶ πάρδαλις
Ἐπὶ μὲν τοῦ δέρματος τὸ κάλλος τῆς παρδάλεως, ἐν δὲ τῷ νῷ τὸ τῆς ἀλώπεκος.
Ἀνάγνωσις τοῦ λζ' μύθου
Ἀλώπηξ καὶ πίθηκος <βασιλεὺς αἱρεθείς>
Ἡ ἀλώπηξ καταφρονοῦσα τὸν πίθηκον, τὸν βασιλέα τῶν ζῴων γενόμενον, ἤγαγεν αὐτὸν πρὸς πάγην τινά. Ὁ μὲν πίθηκος ἐσέπεσεν ἐς τὴν πάγην, ἡ δ' ἀλώπηξ κατεγέλασεν αὐτοῦ.
Ἀνάγνωσις τοῦ λη' μύθου
Ἀλώπηξ καὶ πίθηκος <περὶ εὐγενείας ἐρίζοντες>
Ὁ πίθηκος, ψευδὴς ὤν, κλαίω, τῇ ἀλώπεκι ἔφη, ὁρῶν τὰ μνημεῖα τῶν τε δούλων καὶ τῶν ἐλευθέρων, οὓς οἱ πατέρες μου εἶχον. Ἡ δὲ ἀλώπηξ ἀποκρινομένη εἶπε τοὺς νεκροὺς μὴ δύνασθαι ἀρνεῖσθαι τὸ ψεῦδος.
Ἀνάγνωσις τοῦ λθ' μύθου
Ἀλώπηξ καὶ πάρδαλις
Ἀλώπηξ καὶ πάρδαλις περὶ κάλλους ἤριζον. Τῆς δὲ παρδάλεως παρ᾿ ἕκαστα τὴν τοῦ σώματος ποικιλίαν προβαλλομένης, ἡ ἀλώπηξ ὑποτυχοῦσα ἔφη· « Καὶ πόσον ἐγὼσοῦ καλλίων ὑπάρχω, ἥτις οὐ τὸ σῶμα, τὴν δὲ ψυχὴν πεποίκιλμαι. »
Ὁ λόγος δηλοῖ ὅτι τοῦ σωματικοῦ κάλλους ἀμείνων ἐστὶν ὁ τῆς διανοίας κόσμος.
Ἀλώπηξ καὶ πίθηκος <βασιλεὺς αἱρεθείς>
Ἐν συνόδῳ τῶν ἀλόγων ζῴων πίθηκος ὀρχησάμενος καὶ εὐδοκιμήσας βασιλεὺς ὑπ᾿ αὐτῶν ἐχειροτονήθη. Ἀλώπηξ δὲ αὐτῷ φθονήσασα, ὡς ἐθεάσατο ἔν τινι πάγῃ κρέας κείμενον, ἀγαγοῦσα αὐτὸν ἐνταῦθα ἔλεγεν ὡς εὑροῦσα θησαυρὸν αὐτὴ μὲν οὐκ ἐχρήσατο, γέρας δὲ αὐτῷ τῆς βασιλείας τετήρηκε, καὶ παρῄνει αὐτῷ λαμβάνειν. Τοῦ δὲ ἀτημελήτως ἐπελθόντος καὶ ὑπὸ τῆς πάγης συλληφθέντος, αἰτιωμένου τε τὴν ἀλώπεκα ὡς ἐνεδρεύσασαν αὐτῷ, ἐκείνη ἔφη· « Ὦ πίθηκε, σὺ δὲ τοιαύτην μωρίαν ἔχων τῶν ἀλόγων ζῴων βασιλεύεις; »
Οὕτως οἱ τοῖς πράγμασιν ἀπερισκέπτως ἐπιχειροῦντες ἐπὶ τῷ δυστυχεῖν καὶ γέλωτα ὀφλισκάνουσιν.
Ἀλώπηξ καὶ πίθηκος <περὶ εὐγενείας ἐρίζοντες>
Ἀλώπηξ καὶ πίθηκος ἐν ταὐτῷ ὁδοιποροῦντες περὶ εὐγενείας ἤριζον. Πολλὰ δὲ ἑκατέρου διεξιόντος, ἐπειδὴ ἐγένοντο κατά τινα τόπον, ἐνταῦθα ἀποβλέψας ἀνεστέναξεν ὁ πίθηκος. Τῆς δὲ ἀλώπεκος ἐρομένης τὴν αἰτίαν, ὁ πίθηκος ἐπιδείξας αὐτῇ τὰ μνήματα, εἶπεν· « Ἀλλ᾿ οὐ μέλλω κλάειν, ὁρῶν τὰς στήλας τῶν πατρικῶν μου ἀπελευθέρων καὶ δούλων; » Κἀκείνη πρὸς αὐτὸν ἔφη· « Ἀλλὰ ψεύδου ὅσα βούλει· οὐδεὶς γὰρ τούτων ἀναστὰς ἐλέγξει σε. »
Οὕτω καὶ τῶν ἀνθρώπων οἱ ψευδολόγοι τότε μάλιστα καταλαζονεύονται, ὅταν τοὺς ἐλέγχοντας μὴ ἔχωσιν.

Subscribe to:
Posts (Atom)