Saturday, March 7, 2015

Στεφάνου

Golden crown Armento Staatliche Antikensammlungen 01
Ὁρᾶτε μὲν ἐν τούτῳ τῷ πίνακι κάλλιστον χρυσοῦν στέφανον, ᾧ  πλουσία νυμφή τις ἐστεφανώθη ἐν τοῖς γάμοις αὐτῆς. 

Titian Bacchus and Ariadne.jpg
Ὁ δὲ Διόνυσος, ὁ τοῦ οἴνου θεός, ἀνέβαλεν εἰς τοὺς οὐρανοὺς  τὸν τῆς Ἀριάδνης στέφανον.  Ἔγημε γὰρ αὐτὴν πρὸ πασῶν τῶν θεῶν, τὸν στέφανον  ἀπὸ τῆς Ἀφροδίτης τε καὶ τῶν Ὡρῶν δεξομένην.  Φασὶν δὲ τὸν στέφανον ὑπὸ τοῦ Ἡφαίστου ποιηθῆναι. Ἒστι μέντοι ἄλλος  μῦθος λέγων ὅτι ὁ Διόνυσος, τῆς Ἀριάδνης ἐρῶν, ἐλθὼν πρὸς τὸν Μίνω τὸν πατέρα αὐτῆς, ἔδωκε τὸν στέφανον δῶρον ὥστε συμμιγνύναι αὐτῇ. Ἔπειτα ὁ  Θησεὺς τῷ φωτίζοντι στεφάνῳ χρώμενος ἐκ τοῦ λαβυρίνθου ἐξῆλθεν.  Τέλος δὲ ἐν τῇ Νάξῳ νήσῳ μετὰ τῆς Ἀριάδνης  ὤν, ἔθηκε τὸν στέφανον ὡς εἶδος ἐν τῷ οὐρανῷ. 


Οὗτος λέγεται ὁ τῆς Ἀριάδνης· Διόνυσος δὲ αὐτὸν εἰς τὰ ἄστρα ἔθηκεν, ὅτε τοὺς γάμους οἱ Θεοὶ ἐν τῇ καλουμένῃ Δίᾳ ἐποίησαν, αὐτοῖς βουλόμενος ἐπιφανὴς γενέσθαι· ᾧ πρῶτον ἡ νύμφη ἐστεφανώσατο παρ' Ὡρῶν λαβοῦσα καὶ Ἀφροδίτης. ὅ τε τὰ Κρητικὰ γεγραφὼς λέγει <ὅτι> ὅτε ἦλθε Διόνυσος πρὸς Μίνω φθεῖραι βουλόμενος αὐτήν, δῶρον αὐτῇ τοῦτο δέδωκεν· ᾧ ἠπατήθη ἡ Ἀριάδνη. Ἡφαίστου δὲ ἔργον εἶναί φασιν ἐκ χρυσοῦ πυρώδους καὶ λίθων ἰνδικῶν· ἱστορεῖται δὲ διὰ τούτου καὶ τὸν Θησέα σωθῆναι ἐκ τοῦ λαβυρίνθου ποιοῦντος τοῦ στεφάνου φέγγος· ἐν δὲ τοῖς ἄστροις ὕστερον αὐτὸν τεθεικέναι, ὅτε εἰς Νάξον ἦλθον ἀμφότεροι, σημεῖον τῆς αἱρέσεως· συνεδόκει δὲ καὶ τοῖς Θεοῖς. Φασὶ καὶ τὸν πλόκαμον ταύτης εἶναι τὸν φαινόμενον ὑπὸ τὴν κέρκον τοῦ Λέοντος. ῎Εχει δὲ ἀστέρας ὁ Στέφανος ἐννέα κύκλῳ κειμένους, ὧν εἰσι λαμπροὶ <γ> οἱ κατὰ τὴν κεφαλὴν τοῦ Ὂφεως τοῦ διὰ τῶν Ἂρκτων.

Saturday, February 28, 2015

Τοῦ ἐν γόνασιν

Sidney Hall - Urania's Mirror - Hercules and Corona Borealis
Ὁ ἐν γόνασίν ἐστιν Ἡρακλῆς, ὁ τὸν Δράκοντα ἀποκτείνας. Ὁ γὰρ  ὄφις τῶν χρυσῶν μήλων φύλαξ ὑπὸ τῆς Ἥρας τεταγμένος ἦν. Ὁ δὲ Ζεύς, ὁ τοῦ Ἡρακλέους τε καὶ πολλῶν ἄλλων πατήρ, ἀνέθηκε τὸν ἀστερισμὸν αὐτοῦ  ἵνα οἱ ἄνθρωποι μεμνημένοι τοῦ ἔργου εἴησαν. Ἡ μὲν τοῦ ὄφεως κεφαλὴ ἄνω ἦρται, ὁ δ' Ἡρακλῆς ἐπιβέβηκεν αὐτῷ. Τὸ μὲν ἕν τοῦ Ἡρακλέους γόνυ κεκαμμένον ἐστίν, ὁ δ' ἕτερος ποὺς  πρὸς τὴν τοῦ Δράκοντος κεφαλὴν τέταται. 

Kanabo tetsubo
Καὶ δὴ καὶ  ὁ Ἡρακλῆς ἔχει ῥόπαλον ἐν τῇ δεξιᾷ χειρί.

Lion Skin Rug
Ὁ μὲν Ψευδο-Ἐρατοσθένης λέγει ὅτι ὁ Ἡραλκῆς  περιβέβληκε τῇ ἀριστερᾷ τὴν λεοντῆν. Ὁ δὲ πίναξ δείκνυσι τὸν Ἡρακλέα τὴν λεοντῆν ἐνδεδυμένον. 



Οὗτος, φασίν, Ἡρακλῆς ἐστιν ὁ ἐπὶ τοῦ Ὂφεως βεβηκὼς· ἐναργῶς δὲ ἕστηκε τό τε ῥόπαλον ἀνατετακὼς καὶ τὴν λεοντῆν περιειλημένος· λέγεται δέ, ὅτε ἐπὶ τὰ χρύσεα μῆλα ἐπορεύθη, τὸν ὄφιν τὸν τεταγμένον φύλακα ἀνελεῖν· ἦν δὲ ὑπὸ Ἣρας δι' αὐτὸ τοῦτο τεταγμένος ὅπως ἀνταγωνίσηται τῷ Ἡρακλεῖ· ὅθεν ἐπιτελεσθέντος τοῦ ἔργου μετὰ <μεγίστου> κινδύνου ἄξιον ὁ Ζεὺς κρίνας τὸν ἆθλον μνήμης ἐν τοῖς ἄστροις ἔθηκε τὸ εἴδωλον· ἔστι δὲ ὁ μὲν ὄφις μετέωρον ἔχων τὴν κεφαλήν, ὁ δ' ἐπιβεβηκὼς αὐτῷ καθεικὼς τὸ ἓν γόνυ, τῷ δ' ἑτέρῳ ποδὶ ἐπὶ τὴν κεφαλὴν ἐπιβαίνων, τὴν δὲ δεξιὰν χεῖρα ἐκτείνων, ἐν ᾗ τὸ ῥόπαλον, ὡς παίσων, τῇ δ' εὐωνύμῳ χειρὶ τὴν λεοντῆν περιβεβλημένος. ῎Εχει δ' ἀστέρας ἐπὶ τῆς κεφαλῆς λαμπρὸν α, ἐπὶ βραχίονος δεξιοῦ λαμπρὸν α, ἐφ' ἑκατέρων ὤμων λαμπρὸν α, <ἐπ' ἀριστεροῦ ἀγκῶνος α, ἐπ'> ἄκρας χειρὸς α, ἐφ' ἑκατέρας λαγόνος α, λαμπρότερον δὲ τὸν ἐπὶ τῆς ἀριστερᾶς, <ἐπὶ> δεξιοῦ μηροῦ β, ἐπὶ γόνατος καμπῆς α, ἐπὶ κνήμης β, ἐπὶ ποδὸς α, ὑπὲρ τὴν δεξιὰν χεῖρα α, ὃς καλεῖται Ῥόπαλον, ἐπὶ τῆς λεοντῆς δ· τοὺς πάντας ιθ.

Saturday, February 21, 2015

Δράκοντος

Hera vestita da sposa, spinta da iride verso zeus, 9559
Ἐν τούτῳ τῷ πίνακι θεᾶσθε τὴν Ἥραν ὑπὸ τοῦ Διὸς γαμοῦσαν. Κατὰ δὲ Φερεκύδην τὸν φιλόσοφον, πάντων τῶν θεῶν δῶρα αὐτῇ διδόντων,  ἡ Γῆ χρυσᾶ μῆλα τἦ Ἥρᾳ προσήνεγκεν. 

Frederic Leighton - The Garden of the Hesperides, 1892
Ἡ οὖν θεὸς λίαν τῷ δώρῳ χαρεῖσά τε καὶ ἐν τῷ τῶν Ἑσπερίδων κήπῳ πῆξαι εἰποῦσα,  ἐκέλευσε  τὰς τρεῖς νύμφας φυλάττειν τὸ δένδρον. Ἐπείδη αἱ παρθένοι ἐνίοτε μῆλον ἓν ἤσθιον, ἡ Ἥρα ἔθηκε καὶ μέγαν ὄφιν ὥστε τοῦ κήπου φύλακα εἶναι. 


Giambologna - Hercules and the Dragon Ladon - Walters 54695
Τέλος μὲν ὁ Ἡρακλῆς,  τὰ χρυσᾶ μῆλα ἐπιθυμῶν καὶ δεινῶς μαχεσάμενος,   ἀπέκτεινε τὸν δράκοντα..  Νῦν δὲ ἄμφω ἐν τοῖς οὐρανοῖς κεῖσθον.

Sidney Hall - Urania's Mirror - Draco and Ursa Minor
Ὁ  μέγας τοῦ Δράκοντος ἀστερισμός
Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων


Οὗτός ἐστιν ὁ μέγας τε καὶ δι' ἀμφοτέρων τῶν Ἂρκτων κείμενος· λέγεται δὲ εἶναι ὁ τὰ χρύσεα μῆλα φυλάσσων, ὑπὸ δὲ ῾Ηρακλέους ἀναιρεθείς· ᾧ καὶ ἐν τοῖς ἄστροις τάξις ἐδόθη δι' Ἣραν, ἣ κατέστησεν αὐτὸν ἐπὶ τὰς Ἑσπερίδας φύλακα τῶν μήλων· Φερεκύδης γάρ φησιν, ὅτε ἐγαμεῖτο ἡ Ἣρα ὑπὸ Διός, φερόντων αὐτῇ τῶν Θεῶν δῶρα τὴν Γῆν ἐλθεῖν φέρουσαν τὰ χρύσεα μῆλα· ἰδοῦσαν δὲ τὴν Ἣραν θαυμάσαι καὶ εἰπεῖν καταφυτεῦσαι εἰς τὸν τῶν Θεῶν κῆπον, ὃς ἦν παρὰ τῷ Ἂτλαντι· ὑπὸ δὲ τῶν ἐκείνου παρθένων ἀεὶ ὑφαιρουμένων τῶν μήλων κατέστησε φύλακα τὸν ὄφιν ὑπερμεγέθη ὄντα· μέγιστον δὲ ἔχει σημεῖον· ἐπίκειται δὲ αὐτῷ Ἡρακλέους εἴδωλον, ὑπόμνημα τοῦ ἀγῶνος Διὸς θέντος ἐναργέστατον τῇ σχηματοποιίᾳ. ῎Εχει δὲ ἀστέρας ἐπὶ μὲν τῆς κεφαλῆς λαμπροὺς γ, ἐπὶ δὲ τοῦ σώματος ἕως τῆς κέρκου ιβ παραπλησίους ἀλλήλοις· [διεστὼς δὲ διὰ τῶν Ἂρκτων]. <τοὺς πάντας ιε>·

Thursday, February 12, 2015

Ἂρκτου μικρᾶς

Nicolas Poussin - Jupiter enfant nourri par la chèvre Amalthée

Ὁ μὲν  περὶ ἄρκτου τῆς μικρᾶς μῦθος δοκεῖ εἶναι ὁ αὐτὸς τῷ τῆς μεγάλης. Ἀναγιγνώσκομεν δὲ ὅτι κατὰ τοὺς πολλοὺς τῇ τῆς Ἀρτέμιδος νύμφῃ ὄνομα Φοινίκη ἦν. Ἔστι μέντοι καὶ ἄλλος μῦθος λέγων ὅτι οὖτος ὁ ἀστερισμός ἐστι ὁ τῆς Κυνοσούρας, τῆς τοῦ Διὸς τροφοῦ.  Ἄλλοι δέ φασιν τὸ τῆς τροφοῦ ὄνομα εἶναι Ἡλίκη. Ἐπείδη ἐκείνη ἡ γυνὴ τὸν τῶν θεῶν βασιλέα παῖδα ὄντα ἔθρεψε,  ὁ Ζεὺς ἐν τοῖς οὐρανοῖς ἔθηκεν αὐτήν. 
Sidney Hall - Urania's Mirror - Draco and Ursa Minor
Ὁ  ἄρκτου τῆς μικρᾶς  ἀστερισμός μετὰ τοῦ τοῦ δράκοντος . Ὁ δὲ ἐνδοξότατος  ἀστὴρ καλεῖται Πόλος, περὶ ὃν ὁ οὐρανὸς στρέφεται.
Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων


Αὕτη ἐστὶν ἡ μικρὰ καλουμένη· προσηγορεύθη δὲ ὑπὸ τῶν πλείστων Φοινίκη· ἐτιμήθη δὲ ὑπὸ τῆς Ἀρτέμιδος· γνοῦσα δὲ ὅτι ὁ Ζεὺς αὐτὴν ἔφθειρεν, ἠγρίωσεν αὐτήν· ὕστερον δὲ σεσωσμένῃ λέγεται δόξαν αὐτῇ περιθεῖναι ἀντιθεῖσαν ἕτερον εἴδωλον ἐν τοῖς ἄστροις, ὥστε δισσὰς ἔχειν τιμάς. Ἀγλαοσθένης δὲ ἐν τοῖς Ναξικοῖς φησι τροφὸν γενέσθαι τοῦ Διὸς Κυνόσουραν, εἶναι δὲ μίαν τῶν ᾿Ιδαίων νυμφῶν· ἀφ' ἧς ἐν μὲν τῇ πόλει τῇ καλουμένῃ ῾Ιστοῖς, τοὔνομα τοῦτο ἦν, ἣν οἱ περὶ Νικόστρατον ἔκτισαν, καὶ τὸν ἐν αὐτῇ [δὲ] λιμένα καὶ τὸν ἐπ' αὐτῷ τόπον Κυνόσουραν κληθῆναι. Ἂρατος δὲ αὐτὴν καλεῖ Ἑλίκην ἐκ Κρήτης οὖσαν· γενέσθαι δὲ Διὸς τροφὸν καὶ διὰ τοῦτο ἐν οὐρανοῖς τιμῆς ἀξιωθῆναι. Ἒχει δὲ ἀστέρας ἐπὶ μὲν ἑκάστης γωνίας τοῦ πλινθίου λαμπρὸν α, ἐπὶ δὲ τῆς κέρκου λαμπροὺς γ, τοὺς πάντας ζ· ὑπὸ δὲ τὸν ἕτερον τῶν ἡγουμένων κατώτερός ἐστιν ἄλλος ἀστήρ, ὃς καλεῖται Πόλος, περὶ ὃν δοκεῖ ὅλος ὁ κόσμος στρέφεσθαι.

Saturday, February 7, 2015

Ἄρκτου μεγάλης

TitianDianaCallistoEdinburgh
Ἡ τοῦ Λυκάονος θυγάτηρ μετὰ τῆς θεοῦ  Ἀρτέμιδός τε καὶ  τῶν νυμφῶν  ἐθήρευεν. Ἐπεὶ ὁ  Ζεὺς συνέμειξεν αὐτῇ,  συνέλαβε τέκνον. Ἡ δὲ Ἄρτεμις, εὑροῦσα αὐτὴν ἐν γαστρὶ ἔχουσαν καὶ διόπερ πολὺ ὀργισθεῖσα,  εἰς ἄρκτον ἤλλαξεν αὐτήν. 

Ἡ δὲ ταπεινὴ γυνὴ, ἄρκτος γεγονυῖα, ἔτεκεν υἱόν, ᾧ ὄνομα Ἀρκὰς ἦν. Ἡ δὲ μήτηρ καὶ ὁ υἱὸς διεχωρίσθησαν πολλὰ ἔτη. Τότε μὲν ἡ ἄρκτος παραβαίνει τὸ τοῦ Δίος ἱερόν, ὁ δὲ Ἀρκάς, φύλαξ αὐτοῦ ὤν, οὕτω διώκει αὐτήν ὥστε ἀποκτείνειν.  Μὴ τοῦτο γένοιτο,  ὁ  Ζεὺς  ἄμφω εἰς τὸν οὐρανόν μετέθηκε. 

Sidney Hall - Urania's Mirror - Ursa Major
 Ὁ τῆς μεγάλης ἄρκτου ἀστερισμός 

Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων


Ταύτην ῾Ησίοδός φησι Λυκάονος θυγατέρα ἐν Ἀρκαδίᾳ οἰκεῖν, ἑλέσθαι δὲ μετὰ Ἀρτέμιδος τὴν περὶ τὰς θήρας ἀγωγὴν ἐν τοῖς ὄρεσι ποιεῖσθαι· φθαρεῖσαν δὲ ὑπὸ Διὸς ἐμμεῖναι λανθάνουσαν τὴν Θεόν· φωραθῆναι δὲ ὕστερον ἐπίτοκον ἤδη οὖσαν ὀφθεῖσαν ὑπ' αὐτῆς λουομένην· ἐφ' ᾧ ὀργισθεῖσαν τὴν Θεὸν ἀποθηριῶσαι αὐτήν· καὶ οὕτως τεκεῖν ἄρκτον γενομένην τὸν κληθέντα Ἀρκάδα· οὖσαν δ' ἐν τῷ ὄρει θηρευθῆναι ὑπὸ αἰπόλων τινῶν καὶ παραδοθῆναι μετὰ τοῦ βρέφους τῷ Λυκάονι· μετὰ χρόνον δέ τινα δόξαι εἰσελθεῖν εἰς τὸ τοῦ Διὸς ἄβατον [ἱερὸν] ἀγνοήσασαν τὸν νόμον· ὑπὸ δὲ τοῦ ἰδίου υἱοῦ διωκομένην καὶ τῶν Ἀρκάδων, καὶ ἀναιρεῖσθαι μέλλουσαν διὰ τὸν εἰρημένον νόμον, ὁ Ζεὺς διὰ τὴν συγγένειαν αὐτὴν ἐξείλετο καὶ ἐν τοῖς ἄστροις αὐτὴν ἔθηκεν· Ἂρκτον δὲ αὐτὴν ὠνόμασε διὰ τὸ συμβεβηκὸς αὐτῇ σύμπτωμα. ῎Εχει δὲ ἀστέρας ἐπὶ τῆς κεφαλῆς ζ ἀμαυρούς, ἐφ' ἑκατέρων ὠτίων β, <ἐπ'> ὠμοπλατῶν λαμπρὸν α, ἐπὶ τοῦ στήθους <α, ἐπὶ τοῦ ἔμπροσθεν ποδὸς> β, ἐπὶ τῆς ῥάχεως λαμπρὸν α, <ἐπὶ τῆς κοιλίας λαμπρὸν α>, ἐπὶ σκέλεσιν ὀπισθίοις β, ἐπ' ἄκρῳ τῷ ποδὶ β, ἐπὶ τῆς κέρκου γ· τοὺς πάντας κδ.

Friday, January 30, 2015

Καταστερισμοὶ ἢ Ἀστροθεσίαι

Planisphæri cœleste
Τὰ ἡμισφαίρια σὺν τοῖς ἀστερισμοῖς 
Οἱ Καταστερισμοὶ  ἢ  αἱ Ἀστροθεσίαι ἐπιγραφή ἐστι βίβλῳ ἐχούσῃ τοὺς περὶ τῶν τε ἀστέρων καὶ τῶν ἀστερισμῶν μύθους, τοὺς τῶν παλαιῶν Ἑλλήνων. Αὕτη δὲ ἡ βίβλος λέγεται εἶναι ἐπιτομὴ ἐν τῷ πρώτῳ μετὰ Χριστὸν ἀιῶνι συλλεγμένη μείζους  τεύχους τινὸς  ὃ  Ἐρατοσθένης  ὁ  ἔνδοξος ἀστρονόμος  ἔγραψεν. Ἐν δὲ τοῖς μέλλουσιν μησὶν ἐπιθυμῶ φωνῇ μεγάλῃ ἀναγιγνώσκειν πᾶσαν τὴν βίβλον ἠχωγραφὰς ποιῶν. Καὶ δὴ καὶ εὑρήσομαι πίνακας ἵνα δεικνύω τοὺς περὶ τῶν ἀστέρων μύθους, γράφων ὑπομνήματά τινα.

Tuesday, January 20, 2015

Οἱ τοῦ Ποσσελίου διάλογοι ὡς ἠχωγραφαί τε καὶ βιβλίον

Εὔδαιμον νέον ἔτος εὔχομαι ὑμῖν, ὦ φίλοι. Πολὺν μὲν χρόνον ἐν τούτῳ τῷ  τῶν ἡμερῶν βιβλίῳ οὐκ ἔγραψα, ἀργὸς δ' οὐ γέγονα. Οὐ μόνον γὰρ διώρθωσα τὴν τῆς διδασκάλου Διάνης  Ἰωαννίδου  ἔκδοσιν τῶν τοῦ Ἰωάννου Ποσσελίου οἰκείων διαλόγων, ἀλλὰ φωνῇ μεγάλῃ ἀναγνοὺς καὶ τὰς ἠχωγραφὰς ἐποίησα. Νῦν οὖν δωρῶ ὑμῖν  καὶ τὴν ἔκδοσίν μου ὡς ἀρχεῖον καὶ τὰς ἠχωγραφάς. Ἐὰν δὲ παπυρικὸν βιβλίον ἐθέλητε ὥστε πλούσιον ἐμὲ ποιεῖν, λέγω δὴ γελῶν, πρίασθε τὸ βιβλίον.  Ἔρρωσθε.