Friday, July 14, 2017

Μῦθοι Αἰσώπειοι· ρϙθ'

Λέων καὶ ἀλώπηξ καὶ ἔλαφος


Λέων τις, βασιλεύων μὲν νοσῶν δέ, ἐκέλευσεν ἀλώπεκα ἄγειν μεγίστην ἔλαφον παρὰ σὲ ἵνα καταφάγοι αὐτήν. Ἡ οὖν ἀλώπηξ, κερδλέα οὖσα καὶ προσελθοῦσα παρὰ τῇ ἐλάφῳ, χαῖρε, ἐφη, ὁ λέων ἀποθνῄσκων εἵλετό σε ὡς μέλλουσαν βασιλίσσαν. Ὀ μὲν γὰρ σῦς οὐκ ἔχει γνώμην, ἡ δ' ἄρκτος βραδεῖά ἐστιν, ἡ δὲ πάρδαλις θυμεῖται, ἡ δὲ τίγρις πλανᾶται. Ἡ μὲν οὖν ἔλαφος πεπεισμένη εἰσῆλθεν εἰς τὸ τοῦ λέοντος σπήλαιον. Ὁ δὲ  οὐ δυνάμενος ἀποκτεῖναι αὐτὴν μόνον τὰ ὦτα αὐτῆς ἀπέτεμεν πρὶν αὐτὴ ἀποφύγοι. Καὶ ὁ λέων ὀργισθεὶς πάλιν ἀπέστειλε τὴν ἀλώπεκα πρὸς τὴν ἔλαφον ὡς ἀπατήσουσα αὐτήν. Ἡ δὲ ἀλώπηξ πάλιν ἀπελθοῦσα καὶ ποιμένι τινὶ ἀπαντήσασα ἤρετο αὐτὸν εἰ ἔλαφον αἷμα περὶ τὰ ὦτα ἔχουσαν ἴδοι. Ὁ δὲ ἀπεκρίνατο δεικνὺς τὰ δένδρα. Ἐκεῖ γὰρ ἦν ἡ ἔλαφος θεραπευομένη. Ἡ μὲν ἰδοῦσα τὴν ἀλώπεκα πολὺ ἐλοιδόρησε αὐτήν. Ἡ δὲ ἀλώπηξ δὶς ψευδομένη εἶπεν ὅτι λέων βούλοιτο κρύφιά τινα εἰς τὰ ὦτα λέγειν αὐτήν. Καὶ τὸν λέοντα, ἀποφυγούσης τῆς ἐλάφου, δώσειν τὴν βασιλείαν τῷ λύκῳ καίπερ κακίστῳ ὄντι. Δεῖν οὖν τὴν ἔλαφον ἐπιστραφῆναι παρὰ τὸν λέοντα. Τέλος δὲ ἡ ἔλαφος πεπεισμένη ἐπανῆλθεν εἰς τὸ σπήλαιον, ὅπου ὁ λέων δικαίως διέσπασεν αὐτήν. Τὴν δὲ τῆς ἐλάφου καρδίαν πεσοῦσαν ἔλαβεν ἡ ἄλωπηξ. Καὶ τῷ λέοντι ἐρομένῳ ὅπου  ἡ κάρδια αὐτῆς εἴη ἀπεκρίνατο λέγουσα ὅτι τοιοῦτον ζῷον οὐκ ἔχει οὐδεμίαν ὡς μωρότατον ὄν. Ὁ γὰρ νοῦς κατὰ τοὺς πάλαι ἐν τῇ καρδίᾳ ἐστίν.


Ἀνάγνωσις τοῦ ρϙθ' μύθου


Λέων καὶ ἀλώπηξ καὶ ἔλαφος
Λέων νοσήσας ἔκειτο ἐν φάραγγι· τῇ προσφιλεῖ δὲ ἀλώπεκι, ᾗ προσωμίλει, εἶπεν· « εἰ θέλεις ὑγιᾶναί με καὶ ζῆν, τὴν ἔλαφον τὴν μεγίστην, τὴν εἰς τὸν δρυμὸν οἰκοῦσαν τοῖς γλυκέσι σου λόγοις ἐξαπατήσασα ἄγε εἰς ἐμὰς χεῖρας· ἐπιθυμῶ γὰρ αὐτῆς ἐγκάτων καὶ καρδίας. » Ἡ δὲ ἀλώπηξ ἀπελθοῦσα εὗρε τὴν ἔλαφον σκιρτῶσαν ἐν τᾶς ὕλαις· προσπαίσασα δὲ αὐτῇ καὶ χαίρειν εἰποῦσα ἔφη· « Ἀγαθά σοι ἦλθον μηνῦσαι· οἶδας ὡς ὁ βασιλεὺς ἡμῶν λέων γείτων ἐστί μοι· νοσεῖ δὲ καὶ ἔστιν ἐγγὺς τοῦ θνῄσκειν. Ἐβουλεύετο οὖν ποῖον τῶν θηρίων μετ᾿ αὐτὸν βασιλεύσει. Ἔφη δὲ ὅτι σῦς μέν ἐστιν ἀγνώμων, ἄρκτος δὲ νωθρός, πάρδαλις δὲ θυμώδης, τίγρις ἀλαζών· ἡ ἔλαφος ἀξιωτάτη ἐστὶν εἰς βασιλείαν, ὅτι ὑψηλή ἐστι τὸ εἶδος, πολλὰ δὲ ἔτη ζῇ, τὸ κέρας αὐτῆς ὄφεσι φοβερόν. Καὶ τί σοι τὰ πολλὰ λέγω; ἐκυρώθης βασιλεύειν. Τί μοι ἔσται πρώτῃ σοι εἰπούσῃ; Ἀλλ᾿ εὖξαί μοι σπευδούσῃ, μὴ πάλιν με ζητήσῃ· χρῄζει γάρ με σύμβουλον ἐν πᾶσιν. Εἰ δὲ ἐμοῦ τῆς γραὸς ἀκούσῃς, συμβουλεύω καὶ σὲ ἐλθεῖν καὶ προσμένειν τελευτῶντι αὐτῷ. » Οὕτως εἶπεν ἡ ἀλώπηξ. Τῆς δὲ ὁ νοῦς ἐτυφώθη τοῖς λόγοις, καὶ ἦλθεν εἰς τὸ σπήλαιον μὴ γινώσκουσα τὸ μέλλον. Ὁ λέων δὲ ἐφορμήσας αὐτῇ ἐν σπουδῇ τὰ ὦτα μόνον τοῖς ὄνυξιν ἐσπάραξεν. Ἡ δὲ ταχέως ἔσπευδεν ἐν ταῖς ὕλαις. Καὶ ἡ μὲν ἀλώπηξ τὰς χεῖρας ἐκρότησεν, ὅτι εἰς μάτην ἐκοπίασεν. Ὁ δὲ λέων μέγα βρυχώμενος ἐστέναξεν· λιμὸς γὰρ αὐτὸν εἶχε καὶ λύπη· καὶ ἱκέτευε τὴν ἀλώπεκα ἐκ δευτέρου τι ποιῆσαι καὶ δόλῳ πάλιν ταύτην ἀγαγεῖν. Ἡ δὲ εἶπεν· « Χαλεπὸν καὶ δύσκολον ἐπιτάττεις ἐμοὶ πρᾶγμα, ἀλλ᾿ ὅμως ὑπουργήσω σοι. » Καὶ δὴ ὡς ἰχνευτὴς κύων ἐπηκολούθει, πλέκουσα πανουργίας· ποιμένας δὲ ἐπηρώτα εἰ εἶδον ἔλαφον ᾑμαγμένην. Οἱ δὲ ἔδειξαν ἐν τῇ ὕλῃ. Εὗρε δὲ αὐτὴν καταψυχομένην, καὶ ἔστη ἀναιδῶς. Ἡ δὲ ἔλαφος χολωθεῖσα καὶ φρίξασα τὴν χαίτην εἶπεν· « Ὦ κάθαρμα, ἀλλὰ οὐκέτι χειρώσῃ με· εἰ δὲ καὶ πλησιάσεις μοι, οὐ ζήσεις ἔτι. Ἄλλους ἀλωπέκιζε τοὺς ἀπείρους, ἄλλους ποίει βασιλεῖς καὶ ἐρέθιζε. » Ἡ δὲ εἶπεν· « Οὕτως ἄνανδρος εἶ καὶ δειλή; Οὕτως ἡμᾶς τοὺς φίλους ὑποπτεύεις; Ὁ μὲν λέων τοῦ ὠτὸς κρατήσας ἤμελλε συμβουλεύειν καὶ ἐντολάς σοι δοῦναι περὶ τῆς τηλικαύτης βασιλείας ὡς ἀποθνῄσκων· σὺ δὲ οὐδὲ κνίσμα χειρὸς ἀρρώστου ὑπέστης. Καὶ νῦν ὑπὲρ σὲ πλεῖον ἐκεῖνος θυμοῦται, καὶ βασιλέα τὸν λύκον θέλει ποιῆσαι· οἴμοι, πονηρὸν δεσπότην. Ἀλλ᾿ ἐλθὲ καὶ μηδὲν πτοηθῇς καὶ γενοῦ ὡς πρόβατον. Ὄμνυμι γάρ σοι εἰς τὰ φύλλα πάντα καὶ πηγὰς μηδὲν κακὸν παθεῖν παρὰ τοῦ λέοντος· ἐγὼ δὲ μόνῃ σοι δουλεύσω. » Οὕτως ἀπατήσασα τὴν δειλαίαν ἔπεισε δεύτερον ἐλθεῖν. Ἐπεὶ δὲ εἰς τὸ σπήλαιον εἰσῆλθεν, ὁ μὲν λέων δεῖπνον εἶχε, πάντα τὰ ὀστᾶ καὶ μυελοὺς καὶ ἔγκατα αὐτῆς καταπίνων. Ἡ δὲ ἀλώπηξ εἱστήκει ὁρῶσα· καρδίαν δὲ ἐκπεσοῦσαν ἁρπάζει λαθραίως, τοῦ κόπου κέρδος ταύτην φαγοῦσα. Ὁ δὲ λέων ἅπαντα ἐρευνήσας μόνην καρδίαν ἐπεζήτει. Ἀλώπηξ δὲ μηκόθεν σταθεῖσα ἔφη· « Αὕτη ἀληθῶς καρδίαν οὐκ εἶχεν· μὴ ἔτι ζήτει· ποίαν γὰρ καρδίαν αὕτη εἶχεν, ἥτις δὶς εἰς οἶκον καὶ χεῖρας λέοντος εἰσῆλθεν. »
Ὅτι ὁ τῆς φιλοδοξίας ἔρως τὸν ἀνθρώπινον νοῦν ἐπιθολοῖ καὶ τὰς τῶν κινδύνων συμφορὰς οὐ κατανοεῖ.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.