Ἥλιος καὶ βάτραχοι
Γαμῶν τοῦ Ἡλίου γιγνομένων, οἱ μὲν πολλοὶ τῶν βατράχων ἔχαιρον. Μόνος δὲ εἷς σοφὸς ὢν ἐλυπεῖτο ὅτι ὁ Ἥλιος μετὰ τῶν παιδίων καὶ μᾶλλον ξηρανεῖ τὴν γῆν.
Ἀνάγνωσις τοῦ ρκζ' μύθου
Ἡμίονος
Ἡμίονός τις ὑπερήφανος οὖσα ἔλεγεν ὁμοία τῷ πατρὶ τῷ ἵππῳ εἶναι. Ἀνάγκῃ δὲ δραμοῦσα καὶ κεκοπιακυῖα ἐμνήσθη τοῦ ἀληθοῦς πατρὸς τοῦ ὄνου.
Ἀνάγνωσις τοῦ ρκη' μύθου
Ἡρακλῆς καὶ Ἀθηνᾶ
Ὁποτεοῦν ὁ Ἡρακλῆς ἔπαιέν τι καρπῷ ὅμοιον κείμενον ἐπὶ τῆς ὁδοῦ, τὸ μέγεθος αὐτοῦ ηὐξάνετο. Τελὸς δὲ ἡ Ἀθηνᾶ φανοῦσα εἶπε τοῦτο φιλονεικίαν καὶ ἔριν εἶναι. Δεῖ γὰρ καταλιπεῖν αὐτὰς μὴ αὐξάνωνται.
Ἀνάγνωσις τοῦ ρκθ' μύθου
Ἥλιος καὶ βάτραχοι
Γάμοι τοῦ Ἡλίου θέρους ἐγίγνοντο· πάντα δὲ τὰ ζῷα ἔχαιρον ἐπὶ τούτῳ, ἠγάλλοντο δὲ καὶ οἱ βάτραχοι. Εἷς δὲ τούτων εἶπεν· « Ὦ μῶροι, εἰς τί ἀγάλλεσθε ; εἰ γὰρ μόνος ὢν ὁ Ἥλιος πᾶσαν ἰλὺν ἀποξηραίνει, εἰς γήμας ὅμοιον αὐτῷ παιδίον γεννήσει, τί οὐ πάθωμεν κακόν ; »
Ὅτι πολλοὶ τῶν τὸ φρόνημα κουφότερον ἐχόντων χαίρουσιν ἐπὶ πράγμασιν τοῖς μὴ χαρὰν ἔχουσιν.
Ἡμίονος
Ἡμίονός τις ἐκ κριθῆς παχυνθεῖσα ἀνεσκίρτησε καθ᾿ ἑαυτὴν βοῶσα· « Πατήρ μού ἐστιν ἵππος ὁ ταχυδρόμος, κἀγὼ δὲ αὐτῷ ὅλη ἀφωμοιώθην. » Καὶ δὴ ἐν μιᾷ ἀνάγκης ἐπελθούσης, ἠναγκάζετο ἡ ἡμίονος τρέχειν. Ὡς δὲ τοῦ δρόμου ἐπέπαυτο, σκυθρωπάζουσα πατρὸς τοῦ ὄνου εὐθὺς ἀνεμνήσθη.
Ὁ μῦθος δηλοῖ ὅτι δεῖ, κἂν ὁ χρόνος ἐνέγκῃ τινὰ εἰς δόξαν, τῆς ἑαυτοῦ ἀρχῆς μὴ ἐπιλαθέσθαι· ἀβέβαιος γάρ ἐστιν ὁ βίος οὗτος.
Ἡρακλῆς καὶ Ἀθηνᾶ
Διὰ στενῆς ὁδοῦ ὥδευεν Ἡρακλῆς. Ἰδὼν δὲ ἐπὶ γῆς μήλῳ ὅμοιόν τι ἐπειρᾶτο συντρῖψαι. Ὡς δὲ εἶδε διπλοῦν γενόμενον, ἔτι μᾶλλον ἐπέβαινεν, καὶ τῷ ῥοπάλῳ ἔπαιεν. Τὸ δὲ φυσηθὲν εἰς μέγεθος τὴν ὁδὸν ἀπέφραξεν. Ὁ δὲ ῥίψας τὸ ῥόπαλον ἵστατο θαυμάζων. Ἀθηνᾶ δὲ αὐτῷ ἐπιφανεῖσα εἶπε· « Πέπαυσο δέ, ἄδελφε, τοῦτό ἐστι φιλονεικία καὶ ἔρις· ἄν τις αὐτὸ καταλείπῃ ἀμάχητον, μένει οἷον ἦν πρῶτον· ἐν δὲ ταῖς μάχαις οὕτως οἰδεῖται. »
Ὅτι πᾶσι φανερὸν καθέστηκεν ὡς αἱ μάχαι καὶ ἔριδες αἰτίαι μεγάλης βλάβης ὑπάρχουσιν.
No comments:
Post a Comment
Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.