|
Οὗτός ἐστιν ὁ Χείρων, ὁ σοφώτατος ἐν τοῖς κενταύροις. Ἐγένετο γὰρ πρῶτον διδάσκαλος τοῦ Ἀσκληπιοῦ.
|
|
Ἐπείτα δ'ἐπαίδευσε τὸν Ἀχιλλέα. |
|
Τέλος δὲ ἀπέθανεν, τοῦ Ἡρακλέους ἐλθόντος πρὸς αὐτόν. Ἕν γὰρ τῶν τοῦ Ἡρακλέους τοξικῶν βελῶν πεσὸν ἐπὶ τὸν τοῦ Χείρωνος πόδα ἀπέκτεινεν αὐτόν.
|
|
Ὁ δὲ Ζεὺς ἀνέθηκε τὸ εἶδος ἐπὶ τὸν οὐρανὸν διὰ τὴν εὐσέβειαν αὐτοῦ. |
Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων
Οὗτος δοκεῖ Χείρων εἶναι ὁ ἐν τῷ Πηλίῳ οἰκήσας, δικαιοσύνῃ δὲ ὑπερενέγκας πάντας ἀνθρώπους καὶ παιδεύσας Ἀσκληπιόν τε καὶ Ἀχιλλέα· ἐφ' ὃν Ἡρακλῆς δοκεῖ ἐλθεῖν δι' ἔρωτα, ᾧ καὶ συνεῖναι ἐν τῷ ἄντρῳ τιμῶν τὸν Πᾶνα. μόνον δὲ τῶν Κενταύρων οὐκ ἀνεῖλεν, ἀλλ' ἤκουεν αὐτοῦ, καθάπερ Ἀντισθένης φησὶν ὁ Σωκρατικὸς ἐν τῷ Ἡρακλεῖ. χρόνον δὲ ἱκανὸν ὁμιλούντων αὐτῶν ἐκ τῆς φαρέτρας αὐτοῦ βέλος ἐξέπεσεν εἰς τὸν πόδα τοῦ Χείρωνος καὶ οὕτως ἀποθανόντος αὐτοῦ ὁ Ζεὺς διὰ τὴν εὐσέβειαν καὶ τὸ σύμπτωμα ἐν τοῖς ἄστροις ἔθηκεν αὐτόν. ἔστι δὲ τὸ Θηρίον ἐν ταῖς χερσὶ πλησίον τοῦ Θυτηρίου· ὃ δοκεῖ προσφέρειν θύσων, ὅ ἐστι μέγιστον σημεῖον τῆς εὐσεβείας αὐτοῦ.
Ἒχει δὲ ἀστέρας ὑπεράνω τῆς κεφαλῆς ἀμαυροὺς γ, ἐφ' ἑκατέρων τῶν ὤμων λαμπρὸν α, <ἐπ'> ἀριστεροῦ ἀγκῶνος α, <ἐπ'> ἄκρας χειρὸς α, ἐπὶ μέσου τοῦ ἱππείου στήθους α, ἐφ' ἑκατέρων τῶν ἐμπροσθίων ὁπλῶν α, <ἐπὶ> ῥάχεως δ, <ἐπὶ> κοιλίας β λαμπρούς, <ἐπὶ> κέρκου γ, ἐπὶ τοῦ ἱππείου ἰσχίου α λαμπρόν, ἐφ' ἑκατέρων τῶν ὀπισθίων γονάτων α, ἐφ' ἑκατέρας ὁπλῆς α· τοὺς πάντας κδ. ἔχει δὲ καὶ ἐν ταῖς χερσὶ τὸ λεγόμενον Θηρίον, οὗ ποιοῦσι τὸ σχῆμα τετράγωνον. τινὲς δὲ ἀσκόν φασιν αὐτὸ εἶναι οἴνου, ἐξ οὗ σπένδει τοῖς Θεοῖς ἐπὶ τὸ Θυτήριον. ἔχει δὲ αὐτὸ ἐν τῇ δεξιᾷ χειρί, ἐν δὲ τῇ ἀριστερᾷ θύρσον. ἔχει δὲ ἀστέρας τὸ Θηρίον ἐπὶ τῆς κέρκου β, ἐπ' ἄκρου τοῦ ὀπισθίου ποδὸς λαμπρὸν α, <μεταξὺ ἀμφοτέρων τῶν ποδῶν α, ἐπὶ τῆς ῥάχεως λαμπρὸν α>, ἐπὶ τοῦ ἐμπροσθίου ποδὸς α λαμπρόν, καὶ ὑπ' αὐτὸν α, ἐπὶ τῆς κεφαλῆς γ· τοὺς πάντας ι.
No comments:
Post a Comment
Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.