|
Φασὶν τοῦτον μὲν εἶναι τὸν τοῦ Αἰγίπανος υἱόν, εἶναι δ'αὐτῷ μητέρα τὴν αἶγα, ὑπὸ ἧς καὶ ὁ Ζεὺς ἐτράφη. |
|
Τοῦ δὲ Διὸς τοὺς Τιτᾶνας μαχομένου, ὁ Αἰγόκερως, εὑρὼν τὸν κόχλον, φθεγξάμενος ἐφόβησε φόβῳ πανικῷ τοὺς πολεμίους. Ἐν δὲ ταύτῃ τῇ εἰκόνι δύο παλαιοὶ Ἑλληνικοὶ κόχλοι πάρεισι μετ' ἄλλων μουσικῶν σκευῶν. |
|
Ἐπειδὴ ὁ κόχκος ἐκ τῆς θαλάσσης ἐξῆλθεν, ὁ Ζεύς, χάριν τῷ Αἰγοκέρῳ εἰδώς, ἀνέθηκε τὸ εἴδωλον ἐν τοῖς ἀστράσιν ἔχον οὐρὰν ὡσεὶ ἰχθύος.
|
Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων
Οὗτός ἐστι τῷ εἴδει ὅμοιος τῷ Αἰγίπανι· ἐξ ἐκείνου δὲ γέγονεν· ἔχει δὲ θηρίου τὰ κάτω μέρη καὶ κέρατα ἐπὶ τῇ κεφαλῇ· ἐτιμήθη δὲ διὰ τὸ σύντροφον εἶναι τῷ Διί, καθάπερ Ἐπιμενίδης ὁ τὰ Κρητικὰ ἱστορῶν φησίν, ὅτι ἐν τῇ ῎Ιδῃ συνῆν αὐτῷ, ὅτε ἐπὶ τοὺς Τιτᾶνας ἐστράτευσεν. οὗτος δὲ δοκεῖ εὑρεῖν τὸν κόχλον, ἐν ᾧ τοὺς συμμάχους καθώπλισε διὰ τὸ τοῦ ἤχου Πανικὸν καλούμενον, ὃ οἱ Τιτᾶνες ἔφυγον· παραλαβὼν δὲ τὴν ἀρχὴν <ὁ Ζεὺς> ἐν τοῖς ἄστροις αὐτὸν ἔθηκε καὶ τὴν αἶγα τὴν μητέρα. διὰ δὲ τὸν κόχλον ἐν τῇ θαλάσσῃ <εὑρεῖν> παράσημον ἔχει ἰχθύος <οὐράν>.
῎Εχει δ' ἀστέρας ἐφ' ἑκατέρου κέρατος α, <ἐπὶ τοῦ μυκτῆρος α> λαμπρόν, ἐπὶ τῆς κεφαλῆς β, <ὑπὸ> τράχηλον α, <ἐπὶ> στήθους β, <ἐπ'> ἐμπροσθίου ποδὸς α, <ἐπ' ἄκρου ποδὸς α, ἐπὶ> ῥάχεως ζ, <ἐπὶ> γαστρὸς ε, <ἐπ'> οὐρᾶς β λαμπρούς· τοὺς πάντας κδ.
No comments:
Post a Comment
Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.