Saturday, December 26, 2015

Ἔπαινος καὶ μέμψις

3 Odysseus und Diomedes Neues Palais Sanssouci Steffen Heilfort
Τυδεΐδη μήτ᾽ ἄρ με μάλ᾽ αἴνεε μήτέ τι νείκει:
εἰδόσι γάρ τοι ταῦτα μετ᾽ Ἀργείοις ἀγορεύεις.


Ὁ μὲν Ὀδυσσεὺς οὐ θέλει τὸν Διομήδη οὔτε ἐπαινεῖν οὔτε μέμφεσθαι αὐτόν. Τοῦτο δὲ οὐ μέλει τῷ διδασκάλῳ. Ἀκούσωμεν οὖν τὸ  τριακοστὸν δίδαγμα.

Ἀνάγνωσις τοῦ λ' διδάγματος


τί οὖν ἐρεῖς περὶ τούτου τοῦ μαθητοῦ, γυμνασίαρχε;
οὐ σκαιὸς ἅνθρωπος.
οὐ σκαιός μοι δοκεῖ εἶναι.
δεξιὸς μὲν οὖν ἐστιν.
καὶ φιλομαθὴς καὶ ἀγχίνους.
ὁ δὲ ἕτερος ποῖός τις;
ἐστὶ τοῦ πονηροῦ κόμματος.
ἀλλὰ πρὸς τοῦτον μὲν ὕστερός ἐστί μοι λόγος.
ἐπιλήσμων γάρ ἐστι καὶ βραδύς.
καὶ οὐκ ἐπιμελής ἑστιν.
ἠλιθιώτατός ἐστι πάντων.
πολὺ πάνυ μεθέστηκεν.
οἶδά τοι.
ποιήσομέν τι τῶν προὔργου.
ἠλίθιός τε καὶ ἀργὸς καὶ γάστρις ἐστίν.
μελαγχολᾷ.
ὁ δὲ Ἀ. πῶς παρέχει τὰ ἑαυτοῦ;
καθ’ ὅσον οἷός τ’ ἐστίν.
ἐπιεικῶς.

εὖγε.
καλῶς.
ἀκριβῶς.
ὀρθῶς.
ἐπιεικῶς.
μετρίως.
μέσως.
φαύλως.
οὐκ ὀρθῶς.

Ἄσχολος

Philo mediev
Ὁ μὲν διδάσκαλος κελεύει τοὺς μαθητὰς προσέχειν τῷ ἔργῳ, οἱ δὲ μαθηταὶ δρῶσιν αὐτό.
Νῦν δὴ τὸ ἔργον ποιητέον. Τοῦτο οὖν μέλει τοῖς μαθηταῖς μετ'ἀλλήλων συλλαλοῦσιν. Ἀκούσατε, ὦ φίλοι, τὸ εἰκοστὸν καὶ ἔνατον δίδαγμα.

Ἀνάγνωσις τοῦ κθ' διδάγματος


πᾶς χωρεῖ πρὸς ἔργον.
ἄγε δή, τί νῷν ἔντευθενὶ ποιητέον;
ταυτὶ δέδραται.
ταῦτα δράσω.
μελήσει μοι ταῦτα.
ἰδοὺ πάντα, ὧν δέει.
ἆρ’ ἔχεις ἅπαντα, ἃ δεῖ;
πάντα νὴ ∆ία πάρεστί μοι, ὅσων δέομαι.
φαυλότατον ἔργον.
ἵνα δὴ τί τοῦτο δρᾶτε;
χωρεῖ τὸ πρᾶγμα οὕτω πολλῷ μᾶλλον.
τῷ ἔργῳ πρόσεχε.
μὴ ποίει, ἅπερ οἱ ἄλλοι δρῶσι!
οὐ χωρεῖ τοὖργον.
τί δαὶ ποιήσεις;
ὑμέτερον ἐντεῦθεν ἔργον.
συλλαμβάνου, εἰ μὴ σέ τι κωλύει!
οὐ σχολή (μοι).

Τὸ μεταβάλλειν

Τοῦτο  τὸ βιβλίον ἔχει τάς τε πράξεις τῶν ἀποστόλων ἐν τῇ Ἑλλινικῇ καὶ τὴν μεταγραφὴν ἐν τῇ Ῥωμαϊκῇ. .  
Ἐν τῷ εἰκοστῷ καὶ ὀγδόῳ διδάγματι ἀκούομεν χρήσιμά τινα περὶ τοῦ μεταβάλλειν ἢ τοῦ μεταγράφειν. 

Ἀνάγνωσις τοῦ κη' διδάγματος


ζητήσατε τὸ περὶ Σωκράτους λαβόντες τὸ βιβλίον. ἐστὶ δὲ τὸ ἑκατοστὸν καὶ ἕβδομον.
ἀλλὰ προσέχετε τὸν νοῦν.
λέγωμεν ἑλληνικῶς ταῦτα μεταβάλλοντες.
ἴθι δὴ, λέγε, ὦ Ν.
ταῦτά μ’ ἤρεσας λέγων.
τίς σ’ ἐδίδαξε τὴν ἑλληνικὴν φωνήν;
λέγε.
τοῦτ’ αὖ δεξιόν.
λέγε δὴ σύ, ὦ ’γαθέ.
σκαιῶς ταῦτα λέγεις.
τοῦτ’ ἐστ’ Ἰωνικὸν τὸ ῥῆμα.
Ἰωνικῶς λέγεις;
φέρε δὴ, τί λέγεις;
ἀλλ’ ἀνύσας λέγε!
σύγ’ οὐδὲν εἶ.
δικαίως δὲ τοῦτό σοι λέγω.
σὺ γὰρ οὐδὲ τρία ῥήματα ἑλληνικῶς εἰπεῖν οἷός τ’ εἶ πρὶν ἐξαμαρτεῖν.
παῦε!
καὶ μεταγράφετε αὐτὸ τοῦτο ἑλληνιστί!
καὶ τὸ ἑξῆς.
μανθάνετε;
πάνυ μανθάνομεν.
τὸ ἔργον.
λαβὲ τὸ βιβλίον καὶ λέγε!
ἐς κόρακας! ὡς ἄχθομαι, ὁτιὴ ἐπελαθόμην τοὺς χάρτας (τὸ βιβλίον) προσφέρειν.
χρῆσόν τί μοι γραφεῖον καὶ χάρταν.