Thursday, September 28, 2017

Friday, September 22, 2017

Μῦθοι Αἰσώπειοι· σκζ', σκη', σκθ'

Λύκος καὶ λέων


Λύκος τις ἄρνα ἁρπάσας ὑπὸ λέοντος ἐστερήθη τῆς λείας. Ὀδυραμένου δὲ τοῦ λύκου, ὁ λέων γελῶν δικαίως οὐκ ἔφη θάτερον λαβεῖν τὸ πρόβατον.

Ἀνάγνωσις τοῦ σκζ' μύθου

Λύκος καὶ ὄνος

Wolf rests in front of the wolfs lair

Ὁ τῶν λύκων βασιλεὺς προσέταξε πάντας τὴν ἄγραν ἐν κοινωνίᾳ διαμερίζεσθαι. Ὄνος δέ τις τῇ προτεραίᾳ ἴδων τὸν λύκον εἰς τὸ σπήλαιον τὴν ἑαυτοῦ ἄγραν ἐνεγκόντα,  ἤλεγξεν αὐτόν. Ὁ οὖν λύκος κατέλυσε τὸν νόμον.

Ἀνάγνωσις τοῦ σκη' μύθου

Λύκος καὶ ποιμήν



Ποιμήν τις ἰδὼν λύκον διὰ πολλοῦ χρόνου ἀκολουθοῦντα τῷ ποιμνίῳ αὐτοῦ μηδὲ  ἁρπάζοντα πρόβατα, ἐνόμισεν ὅτι φίλος εἴη. Τέλος δὲ καταλιπὼν αὐτῷ τὰς οἶας, ἀπῆλθεν εἰς τὴν πόλιν. Ὁ δὲ λύκος πονηρὸς πεφυκὼς ἀπέκτεινε τὰ πρόβατα.

Ἀνάγνωσις τοῦ σκθ' μύθου


Λύκος καὶ λέων
Λύκος ποτὲ ἄρας πρόβατον ἐκ ποίμνης ἐκόμιζεν εἰς κοίτην. Λέων δὲ αὐτῷ συναντήσας ἀφεῖλε τὸ πρόβατον. Ὁ δὲ πόρρωθεν σταθεὶς εἶπεν· « Ἀδίκως ἀφείλου τὸ ἐμόν. » Ὁ δὲ λέων γελάσας ἔφη· « Σοὶ γὰρ δικαίως ὑπὸ φίλου ἐδόθη; »
[Ὅτι] ἅρπαγας καὶ πλεονέκτας λῃστὰς ἔν τινι πταίσματι κειμένους καὶ ἀλλήλους μεμφομένους ὁ μῦθος ἐλέγχει.
Λύκος καὶ ὄνος
Λύκος τῶν λοιπῶν στρατηγήσας λύκων νόμους ἔταξε πᾶσιν, ἵνα ὅ τι ἂν ἕκαστος κυνηγήσῃ, πάντα εἰς μέσον ἄξῃ καὶ μερίδα ἴσην ἑκάστῳ δώσῃ, ὅπως μὴ οἱ λοιποὶ ἐνδεεῖς ὄντες ἀλλήλους κατεσθίωσιν. Ὄνος δὲ παρελθὼν τὴν χαίτην σείσας ἔφη· « Ἐκ φρενὸς λύκου καλὴ γνώμη· ἀλλὰ πῶς σὺ τὴν χθεσινὴν ἄγραν τῇ κοίτῃ ἐναπέθου; Ἄγε ταύτην εἰς μέσον ἀπομερίσας. » Ὁ δὲ ἐλεγχθεὶς τοὺς νόμους ἀνέλυσεν.
Ὅτι αὐτοὶ οἱ τοὺς νόμους δικαίως ὁρίζειν δοκοῦντες καὶ ἐν οἷς ὁρίζουσιν καὶ δικάζουσιν οὐκ ἐμμένουσιν.
Λύκος καὶ ποιμήν
Λύκος ἀκολουθῶν ποίμνῃ προβάτων οὐδὲν ἠδίκει. Ὁ δὲ ποιμὴν κατὰ μὲν ἀρχὰς ἐφυλάττετο αὐτὸν ὡς πολέμιον καὶ δεδοικὼς παρετηρεῖτο. Ἐπεὶ δὲ συνεχῶς ἐκεῖνος παρεπόμενος οὐδ᾿ ἀρχὴ ἁρπάζειν ἐπεχείρει, τὸ τηνικαῦτα νοήσας φύλακα μᾶλλον αὐτὸν εἶναι ἢ ἐπίβουλον, ἐπειδὴ χρεία τις αὐτὸν κατέλαβεν εἰς ἄστυ παραγενέσθαι, καταλιπὼν παρ᾿ αὐτῷ τὰ πρόβατα ἀπηλλάγη. Καὶ ὃς καιρὸν ἔχειν ὑπολαβὼν τὰ πλεῖστα εἰσπεσὼν διεφόρησεν. Ὁ δὲ ποιμὴν ἐπανελθὼν καὶ θεασάμενος τὴν ποίμνην διεφθαρμένην ἔφη· « Ἀλλ᾿ ἔγωγε δίκαια πέπονθα· τί γὰρ λύκῳ πρόβατα ἐπίστευον; »
Οὕτω καὶ τῶν ἀνθρώπων οἱ τοῖς φιλαργύροις τὴν παρακαταθήκην ἐγχειρίζοντες εἰκότως ἀποστεροῦνται.

Friday, September 15, 2017

Μῦθοι Αἰσώπειοι· σκδ', σκε', σκϛ'

Λύκος καὶ ἐρωδιός

lupus et grus

Λύκος τις ἔχων ὀστέον ἐν τῇ λάρυγγι ᾔτησεν ἐρῳδιὸν ἐξελκύσαι αὐτὸ ἀντὶ μισθοῦ. Ὁ μὲν ἐρῳδιὸς τὴν κεφάλην εἰς τὸ στόμα τοῦ λύκου εἰσαγαγὼν ἐποίησε τοῦτο. Ὁ δὲ λύκος οὐκ ἔδωκε τὸν μισθὸν λέγων ὅτι οὐ δακὼν τὴν κεφαλὴν αὐτοῦ φείσαιτο αὐτοῦ καὶ τοῦτο εἴη ὁ μισθός τῷ ἐρῳδιῷ.

Ἀνάγνωσις τοῦ σκδ' μύθου

Λύκος καὶ ἵππος

Lupus, Equus et Hordeum

Λύκος τις εὑρὼν κριθὰς ἐν ἀγρῷ καὶ οὐ δυνάμενος φαγεῖν εἰσήγαγεν ἐκεῖσε ἵππον ὡς φιλῶν ἀκούειν τοῦ ἐσθίοντος αὐτάς. Ὁ δὲ ἵππος ἀποκρινάμενος εἶπεν ὅτι εἰ ὁ λύκος τρέφοιτο ἐκ κριθῶν οὐκ ἂν αἱροῖτο τὸ ἀκούειν ἀντὶ τοῦ ἐσθίειν.

Ἀνάγνωσις τοῦ σκε' μύθου

Λύκος καὶ κύων

Canis et Lupus

Λύκος τις ἰδὼν κύνα λιπαρὸν μὲν ὄντα δεδεμένον δὲ κλοιῷ βαρεῖ, ἔμαθε τὸν τοῦ κυνὸς δεσποτὴν ἐπιθέντα τὸν κλοιὸν περὶ τῷ τραχήλῳ αὐτοῦ. Ἀλλὰ οὗτος ὁ κλοιός, ἔφη ὁ λύκος, βαρύτερός ἐστι τοῦ λιμοῦ μου.

Ἀνάγνωσις τοῦ σκϛ' μύθου


Λύκος καὶ ἐρωδιός
Λύκος καταπιὼν ὀστοῦν περιῄει τὸν ἰασόμενον αὐτὸν ζητῶν. Περιτυχὼν δὲ ἐρωδιῷ, τοῦτον παρεκάλει ἐπὶ μισθῷ τὸ ὀστοῦν ἐκβαλεῖν. Κἀκεῖνος καθεὶς τὴν ἑαυτοῦ κεφαλὴν εἰς τὴν φάρυγγα αὐτοῦ τὸ ὀστοῦν ἐξέσπασε καὶ τὸν ὡμολογημένον μισθὸν ἀπῄτει. Ὁ δὲ ὑποτυχὼν εἶπεν· « Ὧ οὗτος, οὐκ ἀγαπᾷς ἐκ λύκου στόματος σώαν τὴν κεφαλὴν ἐξενεγκών, ἀλλὰ καὶ μισθὸν ἀπαιτεῖς; »
Ὁ λόγος δηλοῖ ὅτι μεγίστη παρὰ τοῖς πονηροῖς εὐεργεσίας ἀμοιβὴ τὸ μὴ προσαδικεῖσθαι ὑπ᾿ αὐτῶν.
Λύκος καὶ ἵππος
Λύκος κατά τινα ἄρουραν ὁδεύων κριθὰς εὗρε· μὴ δυνάμενος δὲ αὐταῖς τροφῇ χρήσασθαι, καταλιπὼν ἀπῄει. Ἵππῳ δὲ συντυχών, τοῦτον ἐπὶ τὴν ἄρουραν ἐπήγαγε λέγων ὡς εὑρὼν κριθὰς αὐτὸς μὲν οὐκ ἔφαγεν, αὐτῷ δὲ ἐφύλαξεν, ἐπεὶ καὶ ἡδέως αὐτοῦ τὸν ψόφον τῶν ὀδόντων ἀκούει. Καὶ ὁ ἵππος ὑποτυχὼν εἶπεν· « Ἀλλ᾿, ὦ οὗτος, εἰ λύκοι κριθῶν τροφῇ χρῆσθαι ἠδύναντο, οὐκ ἄν ποτε τὰ ὦτα τῆς γαστρὸς προέκρινας. »
Ὁ λόγος δηλοῖ ὅτι οἱ φύσει πονηροί, κἂν χρηστότητα ἐπαγγέλλωνται, οὐ πιστεύονται.
Λύκος καὶ κύων
Λύκος ἐν κλοιῷ δεδεμένον ὁρῶν μέγιστον κύνα ἤρετο· « Δήσας τίς σ᾿ ἐξέθρεψε τοῦτον; » Ὁ δὲ ἔφη· « Κυνηγός. -- Ἀλλὰ τοῦτο μὴ πάθοι λύκος ἐμοὶ φίλος· λιμὸς γὰρ ἡ κλοιοῦ βαρύτης. »
Ὁ λόγος δηλοῖ τὸ ἐν ταῖς συμφοραῖς οὐδὲ γαστρίζεσθαι.

Friday, September 8, 2017

Μῦθοι Αἰσώπειοι· σκα', σκβ', σκγ'

Λύκος καὶ ἀρήν

Lupus et Agnus

Λύκος τις ἰδὼν ἄρνα κατωτέρω τοῦ ποταμοῦ πίνοντα ἐβούλετο φαγεῖν αὐτόν. Καὶ αἰτίαν  κατὰ αὐτοῦ ζητῶν κατεῖπεν αὐτοῦ ῥυπᾶν τὁ ὕδωρ. Ὁ δὲ ἀπεκρίνατο λέγων ὅτι οὐ μονον  τοῖς ἄκροις χείλεσιν πίνοι ἀλλὰ καὶ κατωτέρω εἴη. Ὁ μὲν οὖν λύκος εἶπεν ὅτι ὁ ἄρην  πέρυσι λοιδορήσαι τὸν τοῦ λύκου πατέρα. Ὁ δὲ ἄρην οὔπω ἓν ἔτος ἐγεγόνει. Ὁ μέντοι λύκος ἔτι ἐβούλετο φαγεῖν τὸν ἄρνα.

Ἀνάγνωσις τοῦ σκα' μύθου

Λύκος καὶ ἀρνίον <εἰς ἱερὸν καταφυγόν>


Ἀρνίον τι ἀπὸ λύκου φυγῶν εἰς ναὸν εἰσῆλθεν. Ἔξελθε, ἔφη ὁ λύκος, ἵνα μὴ τῷ θεῷ θυσιασθῇ. Τὸ δὲ ἀρνίον εἴλετο θυσία τῷ θεῷ ἢ σῖτον τῷ λύκῳ γενήσεσθαι.

Ἀνάγνωσις τοῦ σκβ' μύθου

Λύκος καὶ γραῦς

Lupus et Nutrix

Λύκος τις περιπατῶν ἦλθε πρὸς οἶκον, ὅπου γραῦς καὶ παιδίον παρῆσαν. Ἀκούοντος δὲ τοῦ λύκου, ἡ γραῦς ἠπείλησε τῷ παιδίῳ παραδοῦναι αὐτὸ τῷ λύκῳ. Διὸ ὁ  λύκος ἔμενε προσδοκῶν εἰς τὴν ἑσπέραν. Ἐσπέρας δὲ γενομένης ἡ γραῦς εἶπεν ὅτι ἀποκτείναιεν ἂν τὸν λύκον εἰ οὗτος ἔλθοι. Διὰ τοῦτο ὁ λύκος ἠπόρησεν.

Ἀνάγνωσις τοῦ σκγ' μύθου



Λύκος καὶ ἀρήν
Λύκος θεασάμενος ἄρνα ἀπό τινος ποταμοῦ πίνοντα, τοῦτον ἐβουλήθη μετά τινος εὐλόγου αἰτίας καταθοινήσασθαι. Διόπερ στὰς ἀνωτέρω ᾐτιᾶτο αὐτὸν ὡς θολοῦντα τὸ ὕδωρ καὶ πιεῖν αὐτὸν μὴ ἐῶντα. Τοῦ δὲ λέγοντος ὡς ἄκροις τοῖς χείλεσι πίνει καὶ ἄλλως οὐ δυνατὸν κατωτέρω ἑστῶτα ἐπάνω ταράσσειν τὸ ὕδωρ, ὁ λύκος ἀποτυχὼν ταύτης τῆς αἰτίας ἔφη· « Ἀλλὰ πέρυσι τὸν πατέρα μου ἐλοιδόρησας. » Εἰπόντος δὲ ἐκείνου μηδὲ τότε γεγενῆσθαι, ὁ λύκος ἔφη πρὸς αὐτόν· « Ἐὰν σὺ ἀπολογιῶν εὐπορῇς, ἐγώ σε οὐχ ἧττον κατέδομαι. »
Ὁ λόγος δηλοῖ ὅτι οἷα ἡ πρόθεσίς ἐστιν ἀδικεῖν, παρ᾿ αὐτοῖς οὐδὲ δικαία ἀπολογία ἰσχύει.
Λύκος καὶ ἀρνίον <εἰς ἱερὸν καταφυγόν>
Λύκος ἀρνίον ἐδίωκε· τὸ δὲ εἴς τι ἱερὸν κατέφυγε. Προσκαλουμένου δὲ αὐτὸ τοῦ λύκου καὶ λέγοντος ὅτι θυσιάσει αὐτὸ ὁ ἱερεύς, εἰ καταλάβῃ, τῷ θεῷ, ἐκεῖνο ἔφη· « Ἀλλ᾿ αἱρετώτερόν μοί ἐστι θεοῦ θυσίαν γενέσθαι ἢ ὑπὸ σοῦ διαφθαρῆναι. »
Ὁ λόγος δηλοῖ ὅτι οἷς ἐπίκειται τὸ ἀποθανεῖν κρείττων ἐστὶν ὁ μετὰ δόξης θάνατος.
Λύκος καὶ γραῦς
Λύκος λιμώττων περιῄει ζητῶν τροφήν. Γενόμενος δὲ κατά τινα τόπον, ἤκουσε παιδίου κλαίοντος καὶ γραὸς λεγούσης αὐτῷ· « Παῦσαι τοῦ κλαίειν· εἰ δὲ μή, τῇ ὥρᾳ ταύτῃ ἐπιδώσω σε τῷ λύκῳ. » Οἰόμενος δὲ ὁ λύκος ὅτι ἀληθεύει ἡ γραῦς, ἵστατο πολλὴν ἐκδεχόμενος ὥραν. Ὡς δ᾿ ἑσπέρα κατέλαβεν, ἀκούει πάλιν τῆς γραὸς κολακευούσης τὸ παιδίον καὶ λεγούσης αὐτῷ· « Ἐὰν ἔλθῃ ὁ λύκος δεῦρο, φονεύσομεν, ὦ τέκνον, αὐτόν. » Ταῦτα ἀκούσας ὁ λύκος ἐπορεύετο λέγων· « Ἐν ταύτῃ τῇ ἐπαύλει ἄλλα μὲν λέγουσιν, ἄλλα δὲ πράττουσιν. »
Ὁ μῦθος πρὸς ἀνθρώπους οἵτινες τὰ ἔργα τοῖς λόγοις οὐκ ἔχουσιν ὅμοια.